Paremn
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
143.0.a
δύ᾽ ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι. παντάπασι μὲν οὖν. οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος οὕτω τὸ ἓν ὂν εἴη; ἔοικεν. ἴθι δὴ καὶ τῇδε ἔτι. πῇ; οὐσίας φαμὲν μετέχειν τὸ ἕν, διὸ ἔστιν; ναί. καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη. οὕτω. τί δέ; αὐτὸ τὸ ἕν, ὃ δή φαμεν οὐσίας μετέχειν, ἐὰν αὐτὸ τῇ διανοίᾳ μόνον καθ᾽ αὑτὸ λάβωμεν ἄνευ τούτου οὗ φαμεν μετέχειν, ἆρά γε ἓν μόνον φανήσεται ἢ καὶ πολλὰ τὸ αὐτὸ τοῦτο; ἕν, οἶμαι ἔγωγε.
143.0.b
ἴδωμεν δή: ἄλλο τι ἕτερον μὲν ἀνάγκη τὴν οὐσίαν αὐτοῦ εἶναι, ἕτερον δὲ αὐτό, εἴπερ μὴ οὐσία τὸ ἕν, ἀλλ᾽ ὡς ἓν οὐσίας μετέσχεν. ἀνάγκη. οὐκοῦν εἰ ἕτερον μὲν ἡ οὐσία, ἕτερον δὲ τὸ ἕν, οὔτε τῷ ἓν τὸ ἓν τῆς οὐσίας ἕτερον οὔτε τῷ οὐσία εἶναι ἡ οὐσία τοῦ ἑνὸς ἄλλο, ἀλλὰ τῷ ἑτέρῳ τε καὶ ἄλλῳ ἕτερα ἀλλήλων. πάνυ μὲν οὖν. ὥστε οὐ ταὐτόν ἐστιν οὔτε τῷ ἑνὶ οὔτε τῇ οὐσίᾳ τὸ ἕτερον. πῶς γάρ;
143.0.c
τί οὖν; ἐὰν προελώμεθα αὐτῶν εἴτε βούλει τὴν οὐσίαν καὶ τὸ ἕτερον εἴτε τὴν οὐσίαν καὶ τὸ ἓν εἴτε τὸ ἓν καὶ τὸ ἕτερον, ἆρ᾽ οὐκ ἐν ἑκάστῃ τῇ προαιρέσει προαιρούμεθά τινε ὣ ὀρθῶς ἔχει καλεῖσθαι ἀμφοτέρω; πῶς; ὧδε: ἔστιν οὐσίαν εἰπεῖν; ἔστιν. καὶ αὖθις εἰπεῖν ἕν; καὶ τοῦτο. ἆρ᾽ οὖν οὐχ ἑκάτερον αὐτοῖν εἴρηται; ναί. τί δ᾽ ὅταν εἴπω οὐσία τε καὶ ἕν, ἆρα οὐκ ἀμφοτέρω; πάνυ γε. οὐκοῦν καὶ ἐὰν οὐσία τε καὶ ἕτερον ἢ ἕτερόν τε καὶ ἕν, καὶ οὕτω πανταχῶς ἐφ᾽ ἑκάστου ἄμφω λέγω; ναί.
143.0.d
ὣ δ᾽ ἂν ἄμφω ὀρθῶς προσαγορεύησθον, ἆρα οἷόν τε ἄμφω μὲν αὐτὼ εἶναι, δύο δὲ μή; οὐχ οἷόν τε. ὣ δ᾽ ἂν δύο ἦτον, ἔστι τις μηχανὴ μὴ οὐχ ἑκάτερον αὐτοῖν ἓν εἶναι; οὐδεμία. τούτων ἄρα ἐπείπερ σύνδυο ἕκαστα συμβαίνει εἶναι, καὶ ἓν ἂν εἴη ἕκαστον. φαίνεται. εἰ δὲ ἓν ἕκαστον αὐτῶν ἐστι, συντεθέντος ἑνὸς ὁποιουοῦν ᾑτινιοῦν συζυγίᾳ οὐ τρία γίγνεται τὰ πάντα; ναί. τρία δὲ οὐ περιττὰ καὶ δύο ἄρτια; πῶς δ᾽ οὔ; τί δέ; δυοῖν ὄντοιν οὐκ
143.0.e
ἀνάγκη εἶναι καὶ δίς, καὶ τριῶν ὄντων τρίς, εἴπερ ὑπάρχει τῷ τε δύο τὸ δὶς ἓν καὶ τῷ τρία τὸ τρὶς ἕν; ἀνάγκη. δυοῖν δὲ ὄντοιν καὶ δὶς οὐκ ἀνάγκη δύο δὶς εἶναι; καὶ τριῶν καὶ τρὶς οὐκ ἀνάγκη αὖ τρία τρὶς εἶναι; πῶς δ᾽ οὔ; τί δέ; τριῶν ὄντων καὶ δὶς ὄντων καὶ δυοῖν ὄντοιν καὶ τρὶς ὄντοιν οὐκ ἀνάγκη τε τρία δὶς εἶναι καὶ δύο τρίς; πολλή γε. ἄρτιά τε ἄρα ἀρτιάκις ἂν εἴη καὶ