Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Paremn
Plato (plato)Paremn 146 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
146.0.a
ἐστιν: ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῷ αὐτῷ ἂν εἴη, ἐν ἑαυτῷ. ἔστι γάρ. τὸ δέ γε ἐν τῷ αὐτῷ ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι. πάνυ γε. τί δέ; τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτ᾽ ἐν ταὐτῷ εἶναι, μηδέποτε δὲ ὂν ἐν τῷ αὐτῷ μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι; οὕτως. ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ἀεὶ ὂν καὶ ἐν ἑτέρῳ, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι. φαίνεται. καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῷ καὶ ἕτερον
146.0.b
ἑαυτοῦ, καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν. πῶς; πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον: ἢ ἐὰν μὴ ταὐτὸν ᾖ μηδ᾽ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη. φαίνεται. ἆρ᾽ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν; οὐδαμῶς. οὐδ᾽ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν. οὐ γὰρ οἷόν
146.0.c
τε. ἀλλ᾽ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν; οὐ δῆτα. οὐδ᾽ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη. οὐ μέντοι. εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῷ; ἀνάγκη. τί δέ; τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται; ἔμοιγε δοκεῖ. οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ὂν ἅμα καὶ ἐν ἑτέρῳ. ἐφάνη γάρ. ἕτερον ἄρα, ὡς ἔοικεν,
146.0.d
εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν. ἔοικεν. τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται; ἀνάγκη. οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθ᾽ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν; πῶς δ᾽ οὔ; ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων. ἕτερον. ὅρα δή: αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρ᾽ οὐκ ἐναντία ἀλλήλοις; πῶς δ᾽ οὔ; ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι; οὐκ ἐθελήσει. εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα:
146.0.e
εἰ γὰρ ὁντινοῦν εἴη ἔν τῳ, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῷ εἴη τὸ ἕτερον. οὐχ οὕτως; οὕτως. ἐπειδὴ δ᾽ οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον. ἀληθῆ. οὔτ᾽ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον. οὐ γὰρ οὖν. οὐκ ἄρα τῷ ἑτέρῳ γ᾽ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα. οὐ γάρ. οὐδὲ μὴν ἑαυτοῖς γε ἕτερ᾽ ἂν εἴη ἀλλήλων, μὴ μετέχοντα

Intertext edge

Open linked passage

Note