Paremn
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
150.0.a
οὖσιν ἐγγιγνοίσθην. πῶς γὰρ ἄν; εἰ ἄρα ἐν τῷ ἑνὶ σμικρότης ἐγγίγνεται, ἤτοι ἐν ὅλῳ ἂν ἢ ἐν μέρει αὐτοῦ ἐνείη. ἀνάγκη. τί δ᾽ εἰ ἐν ὅλῳ ἐγγίγνοιτο; οὐχὶ ἢ ἐξ ἴσου ἂν τῷ ἑνὶ δι᾽ ὅλου αὐτοῦ τεταμένη εἴη ἢ περιέχουσα αὐτό; δῆλον δή. ἆρ᾽ οὖν οὐκ ἐξ ἴσου μὲν οὖσα ἡ σμικρότης τῷ ἑνὶ ἴση ἂν αὐτῷ εἴη, περιέχουσα δὲ μείζων; πῶς δ᾽ οὔ; δυνατὸν οὖν σμικρότητα ἴσην τῳ εἶναι ἢ μείζω τινός, καὶ πράττειν τὰ μεγέθους τε καὶ ἰσότητος, ἀλλὰ
150.0.b
μὴ τὰ ἑαυτῆς; ἀδύνατον. ἐν μὲν ὅλῳ ἄρα τῷ ἑνὶ οὐκ ἂν εἴη σμικρότης, ἀλλ᾽ εἴπερ, ἐν μέρει. ναί. οὐδέ γε ἐν παντὶ αὖ τῷ μέρει: εἰ δὲ μή, ταὐτὰ ποιήσει ἅπερ πρὸς τὸ ὅλον: ἴση ἔσται ἢ μείζων τοῦ μέρους ἐν ᾧ ἂν ἀεὶ ἐνῇ. ἀνάγκη. οὐδενί ποτε ἄρα ἐνέσται τῶν ὄντων σμικρότης, μήτ᾽ ἐν μέρει μήτ᾽ ἐν ὅλῳ ἐγγιγνομένη: οὐδέ τι ἔσται σμικρὸν πλὴν αὐτῆς σμικρότητος. οὐκ ἔοικεν. οὐδ᾽ ἄρα μέγεθος ἐνέσται ἐν αὐτῷ: μεῖζον γὰρ ἄν τι εἴη ἄλλο καὶ
150.0.c
πλὴν αὐτοῦ μεγέθους, ἐκεῖνο ἐν ᾧ τὸ μέγεθος ἐνείη, καὶ ταῦτα σμικροῦ αὐτῷ οὐκ ὄντος, οὗ ἀνάγκη ὑπερέχειν, ἐάνπερ ᾖ μέγα: τοῦτο δὲ ἀδύνατον, ἐπειδὴ σμικρότης οὐδαμοῦ ἔνι. ἀληθῆ. ἀλλὰ μὴν αὐτὸ μέγεθος οὐκ ἄλλου μεῖζον ἢ αὐτῆς σμικρότητος, οὐδὲ σμικρότης ἄλλου ἔλαττον ἢ αὐτοῦ μεγέθους. οὐ γάρ. οὔτε ἄρα τὰ ἄλλα μείζω τοῦ ἑνὸς οὐδὲ ἐλάττω, μήτε μέγεθος μήτε σμικρότητα ἔχοντα, οὔτε
150.0.d
αὐτὼ τούτω πρὸς τὸ ἓν ἔχετον τὴν δύναμιν τὴν τοῦ ὑπερέχειν καὶ ὑπερέχεσθαι, ἀλλὰ πρὸς ἀλλήλω, οὔτε αὖ τὸ ἓν τούτοιν οὐδὲ τῶν ἄλλων μεῖζον ἂν οὐδ᾽ ἔλαττον εἴη, μήτε μέγεθος μήτε σμικρότητα ἔχον. οὔκουν φαίνεταί γε. ἆρ᾽ οὖν, εἰ μήτε μεῖζον μήτε ἔλαττον τὸ ἓν τῶν ἄλλων, ἀνάγκη αὐτὸ ἐκείνων μήτε ὑπερέχειν μήτε ὑπερέχεσθαι; ἀνάγκη. οὐκοῦν τό γε μήτε ὑπερέχον μήτε ὑπερεχόμενον πολλὴ ἀνάγκη ἐξ ἴσου εἶναι, ἐξ ἴσου δὲ ὂν ἴσον εἶναι. πῶς γὰρ
150.0.e
οὔ; καὶ μὴν καὶ αὐτό γε τὸ ἓν πρὸς ἑαυτὸ οὕτως ἂν ἔχοι: μήτε μέγεθος ἐν ἑαυτῷ μήτε σμικρότητα ἔχον οὔτ᾽ ἂν ὑπερέχοιτο οὔτ᾽ ἂν ὑπερέχοι ἑαυτοῦ, ἀλλ᾽ ἐξ ἴσου ὂν ἴσον ἂν εἴη ἑαυτῷ. πάνυ μὲν οὖν. τὸ ἓν ἄρα ἑαυτῷ τε καὶ τοῖς ἄλλοις ἴσον ἂν εἴη. φαίνεται. καὶ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν καὶ περὶ ἑαυτὸ ἂν εἴη ἔξωθεν, καὶ περιέχον μὲν μεῖζον