Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
11.0.a
Σωκράτης, Πρώταρχος, Φίληβος. Σωκράτης: ὅρα δή, Πρώταρχε, τίνα λόγον μέλλεις παρὰ Φιλήβου δέχεσθαι νυνὶ καὶ πρὸς τίνα τὸν παρ᾽ ἡμῖν ἀμφισβητεῖν,
11.0.b
ἐὰν μή σοι κατὰ νοῦν ᾖ λεγόμενος. βούλει συγκεφαλαιωσώμεθα ἑκάτερον; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: Φίληβος μὲν τοίνυν ἀγαθὸν εἶναί φησι τὸ χαίρειν πᾶσι ζῴοις καὶ τὴν ἡδονὴν καὶ τέρψιν, καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου σύμφωνα: τὸ δὲ παρ᾽ ἡμῶν ἀμφισβήτημά ἐστι μὴ ταῦτα, ἀλλὰ τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ μεμνῆσθαι καὶ τὰ τούτων αὖ συγγενῆ, δόξαν τε ὀρθὴν καὶ ἀληθεῖς λογισμούς, τῆς γε ἡδονῆς ἀμείνω καὶ λῴω γίγνεσθαι σύμπασιν ὅσαπερ
11.0.c
αὐτῶν δυνατὰ μεταλαβεῖν: δυνατοῖς δὲ μετασχεῖν ὠφελιμώτατον ἁπάντων εἶναι πᾶσι τοῖς οὖσί τε καὶ ἐσομένοις. μῶν οὐχ οὕτω πως λέγομεν, ὦ Φίληβε, ἑκάτεροι; Φίληβος: πάντων μὲν οὖν μάλιστα, ὦ Σώκρατες. Σωκράτης: δέχῃ δὴ τοῦτον τὸν νῦν διδόμενον, ὦ Πρώταρχε, λόγον; Πρώταρχος: ἀνάγκη δέχεσθαι: Φίληβος γὰρ ἡμῖν ὁ καλὸς ἀπείρηκεν. Σωκράτης: δεῖ δὴ περὶ αὐτῶν τρόπῳ παντὶ τἀληθές πῃ περανθῆναι;
11.0.d
Πρώταρχος: δεῖ γὰρ οὖν. Σωκράτης: ἴθι δή, πρὸς τούτοις διομολογησώμεθα καὶ τόδε. Πρώταρχος: τὸ ποῖον; Σωκράτης: ὡς νῦν ἡμῶν ἑκάτερος ἕξιν ψυχῆς καὶ διάθεσιν ἀποφαίνειν τινὰ ἐπιχειρήσει τὴν δυναμένην ἀνθρώποις πᾶσι τὸν βίον εὐδαίμονα παρέχειν. ἆρ᾽ οὐχ οὕτως; Πρώταρχος: οὕτω μὲν οὖν. Σωκράτης: οὐκοῦν ὑμεῖς μὲν τὴν τοῦ χαίρειν, ἡμεῖς δ᾽ αὖ τὴν τοῦ φρονεῖν; Πρώταρχος: ἔστι ταῦτα. Σωκράτης: τί δ᾽ ἂν ἄλλη τις κρείττων τούτων φανῇ; μῶν οὐκ,
11.0.e
ἂν μὲν ἡδονῇ μᾶλλον φαίνηται συγγενής, ἡττώμεθα μὲν ἀμφότεροι τοῦ ταῦτα ἔχοντος βεβαίως βίου, κρατεῖ δὲ ὁ τῆς