Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 20 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
20.0.a
Πρώταρχος: εἰς ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθ᾽ ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι. μὴ γὰρ οἰώμεθα τέλος ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλ᾽ εἰ δρᾶν τοῦθ᾽ ἡμεῖς ἀδυνατοῦμεν, σοὶ δραστέον: ὑπέσχου γάρ. βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθ᾽ ἕτερόν τινα τρόπον οἷός τ᾽ εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρ᾽ ἡμῖν.
20.0.b
Σωκράτης: δεινὸν μὲν τοίνυν ἔτι προσδοκᾶν οὐδὲν δεῖ τὸν ἐμέ, ἐπειδὴ τοῦθ᾽ οὕτως εἶπες: τὸ γὰρ εἰ βούλει ῥηθὲν λύει πάντα φόβον ἑκάστων πέρι. πρὸς δὲ αὖ τοῖς μνήμην τινὰ δοκεῖ τίς μοι δεδωκέναι θεῶν ἡμῖν. Πρώταρχος: πῶς δὴ καὶ τίνων; Σωκράτης: λόγων ποτέ τινων πάλαι ἀκούσας ὄναρ ἢ καὶ ἐγρηγορὼς νῦν ἐννοῶ περί τε ἡδονῆς καὶ φρονήσεως, ὡς οὐδέτερον αὐτοῖν ἐστι τἀγαθόν, ἀλλὰ ἄλλο τι τρίτον, ἕτερον μὲν τούτων, ἄμεινον δὲ ἀμφοῖν. καίτοι τοῦτό γε ἂν ἐναργῶς
20.0.c
ἡμῖν φανῇ νῦν, ἀπήλλακται μὲν ἡδονὴ τοῦ νικᾶν: τὸ γὰρ ἀγαθὸν οὐκ ἂν ἔτι ταὐτὸν αὐτῇ γίγνοιτο. ἢ πῶς; Πρώταρχος: οὕτως. Σωκράτης: τῶν δέ γε εἰς τὴν διαίρεσιν εἰδῶν ἡδονῆς οὐδὲν ἔτι προσδεησόμεθα κατ᾽ ἐμὴν δόξαν. προϊὸν δ᾽ ἔτι σαφέστερον δείξει. Πρώταρχος: κάλλιστ᾽ εἰπὼν οὕτω καὶ διαπέραινε. Σωκράτης: μίκρ᾽ ἄττα τοίνυν ἔμπροσθεν ἔτι διομολογησώμεθα. Πρώταρχος: τὰ ποῖα;
20.0.d
Σωκράτης: τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον ἢ μὴ τέλεον εἶναι; Πρώταρχος: πάντων δήπου τελεώτατον, ὦ Σώκρατες. Σωκράτης: τί δέ; ἱκανὸν τἀγαθόν; Πρώταρχος: πῶς γὰρ οὔ; καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων. Σωκράτης: τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς. Πρώταρχος: οὐκ ἔστι τούτοις ἀντειπεῖν.
20.0.e
Σωκράτης: σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς. Πρώταρχος: πῶς εἶπες; Σωκράτης: μήτε ἐν τῷ τῆς ἡδονῆς ἐνέστω φρόνησις μήτ᾽ ἐν τῷ τῆς φρονήσεως ἡδονή. δεῖ γάρ, εἴπερ πότερον αὐτῶν ἔστ᾽ ἀγαθόν, μηδὲν μηδενὸς ἔτι προσδεῖσθαι: δεόμενον δ᾽

Intertext edge

Open linked passage

Note