Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 21 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
21.0.a
ἂν φανῇ πότερον, οὐκ ἔστι που τοῦτ᾽ ἔτι τὸ ὄντως ἡμῖν ἀγαθόν. Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: οὐκοῦν ἐν σοὶ πειρώμεθα βασανίζοντες ταῦτα; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: ἀποκρίνου δή. Πρώταρχος: λέγε. Σωκράτης: δέξαι᾽ ἄν, Πρώταρχε, σὺ ζῆν τὸν βίον ἅπαντα ἡδόμενος ἡδονὰς τὰς μεγίστας; Πρώταρχος: τί δ᾽ οὔ; Σωκράτης: ἆρ᾽ οὖν ἔτι τινὸς ἄν σοι προσδεῖν ἡγοῖο, εἰ τοῦτ᾽ ἔχεις παντελῶς; Πρώταρχος: οὐδαμῶς. Σωκράτης: ὅρα δή, τοῦ φρονεῖν καὶ τοῦ νοεῖν καὶ λογίζεσθαι
21.0.b
τὰ δέοντα καὶ ὅσα τούτων ἀδελφά, μῶν μὴ δέοι᾽ ἄν τι; Πρώταρχος: καὶ τί; πάντα γὰρ ἔχοιμ᾽ ἄν που τὸ χαίρειν ἔχων. Σωκράτης: οὐκοῦν οὕτω ζῶν ἀεὶ μὲν διὰ βίου ταῖς μεγίσταις ἡδοναῖς χαίροις ἄν; Πρώταρχος: τί δ᾽ οὔ; Σωκράτης: νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις ἢ μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως; Πρώταρχος: ἀνάγκη.
21.0.c
Σωκράτης: καὶ μὴν ὡσαύτως μνήμην μὴ κεκτημένον ἀνάγκη δήπου μηδ᾽ ὅτι ποτὲ ἔχαιρες μεμνῆσθαι, τῆς τ᾽ ἐν τῷ παραχρῆμα ἡδονῆς προσπιπτούσης μηδ᾽ ἡντινοῦν μνήμην ὑπομένειν: δόξαν δ᾽ αὖ μὴ κεκτημένον ἀληθῆ μὴ δοξάζειν χαίρειν χαίροντα, λογισμοῦ δὲ στερόμενον μηδ᾽ εἰς τὸν ἔπειτα χρόνον ὡς χαιρήσεις δυνατὸν εἶναι λογίζεσθαι, ζῆν δὲ οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ᾽ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων. ἔστι ταῦτα, ἢ παρὰ
21.0.d
ταῦτα ἔχομεν ἄλλα διανοηθῆναι; Πρώταρχος: καὶ πῶς; Σωκράτης: ἆρ᾽ οὖν αἱρετὸς ἡμῖν βίος ὁ τοιοῦτος; Πρώταρχος: εἰς ἀφασίαν παντάπασί με, ὦ Σώκρατες, οὗτος ὁ λόγος ἐμβέβληκε τὰ νῦν. Σωκράτης: μήπω τοίνυν μαλθακιζώμεθα, τὸν δὲ τοῦ νοῦ μεταλαβόντες αὖ βίον ἴδωμεν. Πρώταρχος: τὸν ποῖον δὴ λέγεις; Σωκράτης: εἴ τις δέξαιτ᾽ ἂν αὖ ζῆν ἡμῶν φρόνησιν μὲν καὶ νοῦν καὶ ἐπιστήμην καὶ μνήμην πᾶσαν πάντων κεκτημένος,
21.0.e
ἡδονῆς δὲ μετέχων μήτε μέγα μήτε σμικρόν, μηδ᾽ αὖ λύπης, ἀλλὰ τὸ παράπαν ἀπαθὴς πάντων τῶν τοιούτων. Πρώταρχος: οὐδέτερος ὁ βίος, ὦ Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐδ᾽ ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ.

Intertext edge

Open linked passage

Note