Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
23.0.a
νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων: τὰ γὰρ αὔτ᾽ ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν: οὐδὲ γὰρ ἐκείνοις ἔτ᾽ ἂν ὁμοίως φαίνοιτο καλή. Σωκράτης: τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν; Πρώταρχος: οὐδὲν λέγεις, ὦ Σώκρατες.
23.0.b
Σωκράτης: ἆρ᾽ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν; Πρώταρχος: οὐ μόνον γε ἀλλ᾽ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ. Σωκράτης: βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων: ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή; Πρώταρχος: πῶς γὰρ οὔ;
23.0.c
Σωκράτης: τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι. Πρώταρχος: ποίαν δὴ λέγεις; Σωκράτης: πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δ᾽, εἰ βούλει, τριχῇ. Πρώταρχος: καθ᾽ ὅτι, φράζοις ἄν; Σωκράτης: λάβωμεν ἄττα τῶν νυνδὴ λόγων. Πρώταρχος: ποῖα; Σωκράτης: τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον
23.0.d
ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δ᾽, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατ᾽ εἴδη διιστὰς καὶ συναριθμούμενος. Πρώταρχος: τί φῄς, ὠγαθέ; Σωκράτης: τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται. Πρώταρχος: λέγε τίνος. Σωκράτης: τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο. Πρώταρχος: μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου; Σωκράτης: τάχ᾽ ἄν: οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν: ἂν δέ τι δέῃ,
23.0.e
συγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον[ βίον]. Πρώταρχος: τί μήν; Σωκράτης: πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον. Πρώταρχος: εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχ᾽ ἂν ἑποίμην.