Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
25.0.a
τοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι. Πρώταρχος: μέμνημαι. Σωκράτης: οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς
25.0.b
ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. ἢ πῶς σὺ φῄς; Πρώταρχος: κάλλιστά γε, ὦ Σώκρατες. Σωκράτης: εἶεν: τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν; Πρώταρχος: σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι. Σωκράτης: θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν. Πρώταρχος: εὔχου δὴ καὶ σκόπει. Σωκράτης: σκοπῶ: καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.
25.0.c
Πρώταρχος: πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ; Σωκράτης: φράσω δῆλον ὅτι: σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ. Πρώταρχος: λέγε μόνον. Σωκράτης: θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. ἦ γάρ; Πρώταρχος: ναί. Σωκράτης: πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.
25.0.d
Πρώταρχος: τῆς τοῦ ἀπείρου λέγεις; Σωκράτης: ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν. Πρώταρχος: ποίαν; Σωκράτης: ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλ᾽ ἴσως καὶ νῦν ταὐτὸν δράσει,< εἰ> τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται. Πρώταρχος: ποίαν καὶ πῶς λέγεις; Σωκράτης: τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς
25.0.e
ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται. Πρώταρχος: μανθάνω: φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφ᾽ ἑκάστων αὐτῶν συμβαίνειν. Σωκράτης: ὀρθῶς γὰρ φαίνομαι. Πρώταρχος: λέγε τοίνυν. Σωκράτης: ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;