Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 26 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
26.0.a
Πρώταρχος: παντάπασι μὲν οὖν. Σωκράτης: ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρ᾽ οὐ ταὐτὰ[ ἐγγιγνόμενα] ταῦτα: ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο; Πρώταρχος: κάλλιστά γε. Σωκράτης: καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο. Πρώταρχος: τί μήν;
26.0.b
Σωκράτης: οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων; Πρώταρχος: πῶς δ᾽ οὔ; Σωκράτης: καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθ᾽ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντ᾽ ἔθετο: καὶ σὺ μὲν ἀποκναῖσαι φῂς
26.0.c
αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται; Πρώταρχος: καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν. Σωκράτης: οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς. Πρώταρχος: ἀλλ᾽ οἶμαι κατανοεῖν: ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι: τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν. Σωκράτης: τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως: καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο
26.0.d
γένη, ὅμως δ᾽ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη. Πρώταρχος: ἀληθῆ. Σωκράτης: καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτ᾽ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει. Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων. Πρώταρχος: ἔμαθον.
26.0.e
Σωκράτης: ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον: κοινὴ δ᾽ ἡ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι. Πρώταρχος: ἔμοιγε: πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο; Σωκράτης: οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν; Πρώταρχος: ὀρθῶς.

Intertext edge

Open linked passage

Note