Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 27 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
27.0.a
Σωκράτης: καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. ἢ πῶς; Πρώταρχος: οὕτως. Σωκράτης: ἆρ᾽ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ; Πρώταρχος: πάνυ γε. Σωκράτης: ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τ᾽ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ. Πρώταρχος: τί μήν; Σωκράτης: οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη; Πρώταρχος: καὶ μάλα.
27.0.b
Σωκράτης: τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον; Πρώταρχος: ἕτερον γὰρ οὖν. Σωκράτης: ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι. Πρώταρχος: τί μήν; Σωκράτης: πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτ᾽ ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν: τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην
27.0.c
λέγων ἆρα μὴ πλημμελοίην ἄν τι; Πρώταρχος: καὶ πῶς; Σωκράτης: φέρε δή, τὸ μετὰ τοῦθ᾽ ἡμῖν τίς ὁ λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα; ἆρ᾽ οὐ τόδε ἦν; δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτ᾽ ἂν ἢ φρονήσεως. οὐχ οὕτως ἦν; Πρώταρχος: οὕτω μὲν οὖν. Σωκράτης: ἆρ᾽ οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν; Πρώταρχος: ἴσως.
27.0.d
Σωκράτης: ἴθι δή: νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως. ἦν οὕτως; Πρώταρχος: ἦν. Σωκράτης: οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους; Πρώταρχος: πῶς γὰρ οὔ; Σωκράτης: καὶ μέρος γ᾽ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους: οὐ γὰρ[ ὁ] δυοῖν τινοῖν ἐστι[ μικτὸς ἐκεῖνος] ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτ᾽ ἄν. Πρώταρχος: ὀρθότατα μὲν οὖν.
27.0.e
Σωκράτης: εἶεν: τί δὲ ὁ σός, ὦ Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν; ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο; ὧδε δ᾽ ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι. Φίληβος: λέγε μόνον. Σωκράτης: ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν; Φίληβος: ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες: οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.

Intertext edge

Open linked passage

Note