Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 29 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
29.0.a
συμφήσωμεν ὡς ταῦθ᾽ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλ᾽ ἀτάκτως ἔχειν; Πρώταρχος: πῶς γὰρ οὐκ ἂν βουλοίμην; Σωκράτης: ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει. Πρώταρχος: λέγε μόνον. Σωκράτης: τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει.
29.0.b
Πρώταρχος: καὶ μάλα: χειμαζόμεθα γὰρ ὄντως ὑπ᾽ ἀπορίας ἐν τοῖς νῦν λόγοις. Σωκράτης: φέρε δή, περὶ ἑκάστου τῶν παρ᾽ ἡμῖν λαβὲ τὸ τοιόνδε. Πρώταρχος: ποῖον; Σωκράτης: ὅτι μικρόν τε τούτων ἕκαστον παρ᾽ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρ᾽ ἡμῖν, ἔστι δ᾽ ἐν τῷ παντί. Πρώταρχος: τί μήν;
29.0.c
Σωκράτης: οὐκοῦν σμικρὸν μέν τι τὸ παρ᾽ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δ᾽ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ. Πρώταρχος: καὶ μάλ᾽ ἀληθὲς ὃ λέγεις. Σωκράτης: τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρ᾽ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπ᾽ ἐκείνου τό τ᾽ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντ᾽ ἴσχει ταῦτα; Πρώταρχος: τοῦτο μὲν οὐδ᾽ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.
29.0.d
Σωκράτης: ὀρθῶς: ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ; Πρώταρχος: τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη; Σωκράτης: σχεδὸν οὐδ᾽ ὁστισοῦν: ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρ᾽ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα; Πρώταρχος: τί μήν;
29.0.e
Σωκράτης: ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν:[ διὰ] τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν. Πρώταρχος: ὀρθότατα λέγεις. Σωκράτης: πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ᾽ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρ᾽ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει; Πρώταρχος: καὶ τοῦθ᾽ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.

Intertext edge

Open linked passage

Note