Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 31 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
31.0.a
Σωκράτης: νῦν δήπου, ὦ ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται. Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη. Πρώταρχος: καὶ μάλα. Σωκράτης: μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρός τε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφ᾽ ἑαυτοῦ ἔχοντος μηδὲ ἕξοντός ποτε γένους.
31.0.b
Πρώταρχος: μεμνησόμεθα: πῶς γὰρ οὔ; Σωκράτης: δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν: ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι. Πρώταρχος: ἀλλ᾽ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα. Σωκράτης: ἆρ᾽ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;
31.0.c
Πρώταρχος: τὸ ποῖον; Σωκράτης: ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν. Πρώταρχος: κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν. Σωκράτης: ἔσται ταῦτ᾽ εἰς δύναμιν, ὦ θαυμάσιε. Πρώταρχος: καλῶς εἶπες. Σωκράτης: κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν. Πρώταρχος: ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο;
31.0.d
Σωκράτης: κάλλιστ᾽ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστ᾽ ἤδη πρόσεχε. Πρώταρχος: λέγε μόνον. Σωκράτης: λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ. Πρώταρχος: πάνυ λέγεις εἰκός. Σωκράτης: πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ δι᾽ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι.
31.0.e
Πρώταρχος: οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν. Σωκράτης: οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν; Πρώταρχος: ποῖα; Σωκράτης: πείνη μέν που λύσις καὶ λύπη; Πρώταρχος: ναί. Σωκράτης: ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή; Πρώταρχος: ναί. Σωκράτης: δίψος δ᾽ αὖ φθορὰ καὶ λύπη[ καὶ λύσις], ἡ δὲ τοῦ

Intertext edge

Open linked passage

Note