Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
34.0.a
καλεῖς ἀναισθησίαν ἐπονόμασον. Πρώταρχος: ἔμαθον. Σωκράτης: τὸ δ᾽ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δ᾽ αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοι᾽ ἄν. Πρώταρχος: ἀληθέστατα λέγεις. Σωκράτης: οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν; Πρώταρχος: τί μήν; Σωκράτης: σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν.
34.0.b
Πρώταρχος: ὀρθῶς γὰρ οὖν. Σωκράτης: μνήμης δὲ ἀνάμνησιν ἆρ᾽ οὐ διαφέρουσαν λέγομεν; Πρώταρχος: ἴσως. Σωκράτης: ἆρ᾽ οὖν οὐ τόδε; Πρώταρχος: τὸ ποῖον; Σωκράτης: ὅταν ἃ μετὰ τοῦ σώματος ἔπασχέν ποθ᾽ ἡ ψυχή, ταῦτ᾽ ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν. ἦ γάρ; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτ᾽ αἰσθήσεως εἴτ᾽ αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν
34.0.c
αὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις[ καὶ μνήμας] που λέγομεν. Πρώταρχος: ὀρθῶς λέγεις. Σωκράτης: οὗ δὴ χάριν ἅπαντ᾽ εἴρηται ταῦτ᾽, ἔστι τόδε. Πρώταρχος: τὸ ποῖον; Σωκράτης: ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν: διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι. Πρώταρχος: λέγωμεν τοίνυν, ὦ Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα. Σωκράτης: πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν[ τὴν]
34.0.d
μορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν. καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτ᾽ ἔστι καὶ ποῦ γίγνεται. Πρώταρχος: σκοπῶμεν τοίνυν: οὐδὲν γὰρ ἀπολοῦμεν. Σωκράτης: ἀπολοῦμεν μὲν οὖν[ καὶ] ταῦτά γε, ὦ Πρώταρχε: εὑρόντες ὃ νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν. Πρώταρχος: ὀρθῶς ἠμύνω: τὸ δ᾽ ἐφεξῆς τούτοις πειρώμεθα λέγειν. Σωκράτης: οὐκοῦν νυνδὴ πείνην τε καὶ δίψος καὶ πολλὰ ἕτερα
34.0.e
τοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας; Πρώταρχος: σφόδρα γε. Σωκράτης: πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθ᾽ ἑνὶ προσαγορεύομεν ὀνόματι; Πρώταρχος: μὰ Δί᾽ οὐ ῥᾴδιον ἴσως εἰπεῖν, ὦ Σώκρατες, ἀλλ᾽ ὅμως λεκτέον. Σωκράτης: ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν. Πρώταρχος: πόθεν δή; Σωκράτης: διψῇ γέ που λέγομεν ἑκάστοτέ τι; Πρώταρχος: πῶς δ᾽ οὔ; Σωκράτης: τοῦτο δέ γ᾽ ἐστὶ κενοῦται; Πρώταρχος: τί μήν; Σωκράτης: ἆρ᾽ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία; Πρώταρχος: ναί, πώματός γε.