Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 36 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
36.0.a
τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι; Πρώταρχος: φῶμεν μὲν οὖν. Σωκράτης: πότερον ἀλγοῦνθ᾽ ὅλως ἢ χαίροντα; Πρώταρχος: μὰ Δί᾽, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ. Σωκράτης: πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρ᾽ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ
36.0.b
πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει; Πρώταρχος: καὶ μάλα γε. Σωκράτης: μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις[ τοῖς χρόνοις] ἀλγεῖν; Πρώταρχος: ἀνάγκη. Σωκράτης: τότε ἄρ᾽ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει. Πρώταρχος: κινδυνεύει. Σωκράτης: τί δ᾽ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρ᾽ οὐ τότε τὸ διπλοῦν γίγνοιτ᾽ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι
36.0.c
διπλοῦν; Πρώταρχος: ἀληθέστατα, ὦ Σώκρατες. Σωκράτης: ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα. Πρώταρχος: τὸ ποῖον; Σωκράτης: πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δ᾽ οὔ; Πρώταρχος: πῶς δ᾽, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι; Σωκράτης: πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς;
36.0.d
Πρώταρχος: δόξας μὲν ἔγωγ᾽ ἄν που συγχωροίην, τὰ δ᾽ ἕτερα ταῦτ᾽ οὐκ ἄν. Σωκράτης: πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν. Πρώταρχος: ἀληθῆ λέγεις. Σωκράτης: ἀλλ᾽ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ' κείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον. Πρώταρχος: ἴσως τοῦτό γε. Σωκράτης: χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων. Πρώταρχος: ὀρθῶς.
36.0.e
Σωκράτης: λέγε δή μοι: θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δ᾽ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί; Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: οὔτε δὴ ὄναρ οὔθ᾽ ὕπαρ, ὡς φῄς,[ ἐστιν] οὔτ᾽ ἐν μανίαις οὔτ᾽ ἐν παραφροσύναις οὐδεὶς ἔσθ᾽ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδ᾽ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δ᾽ οὔ. Πρώταρχος: πάνθ᾽ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν. Σωκράτης: ἆρ᾽ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτ᾽ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται; Πρώταρχος: σκεπτέον, ὥς γ᾽ ἐγὼ φαίην ἄν.

Intertext edge

Open linked passage

Note