Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
37.0.a
Σωκράτης: διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν; Πρώταρχος: ναί. Σωκράτης: καὶ ἥδεσθαι; Πρώταρχος: ναί. Σωκράτης: καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι; Πρώταρχος: πῶς δ᾽ οὔ; Σωκράτης: καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται; Πρώταρχος: καὶ πάνυ γε. Σωκράτης: οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.
37.0.b
Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτ᾽ ἀπολεῖ. Πρώταρχος: ναί, καὶ τοῦθ᾽ οὕτως ἔχει. Σωκράτης: ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δ᾽ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν< σκεπτέον>. Πρώταρχος: σκεπτέον. Σωκράτης: ἆρ᾽ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ
37.0.c
ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτ᾽ εἶναι; Πρώταρχος: ναί. Σωκράτης: πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποί᾽ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθ᾽ ἡμῖν διομολογητέον. Πρώταρχος: δῆλον. Σωκράτης: ἀλλ᾽ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε: πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.
37.0.d
Πρώταρχος: παντάπασι μὲν οὖν. Σωκράτης: ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν; Πρώταρχος: ἀλλὰ τί μήν, ὦ Σώκρατες; Σωκράτης: τί δ᾽, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν; Πρώταρχος: ἀναγκαῖον.
37.0.e
Σωκράτης: ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδ᾽ ὀρθῶς δοξάζουσαν; Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: τί δ᾽, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφ᾽ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν; Πρώταρχος: ἀλλ᾽ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή. Σωκράτης: καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι. Πρώταρχος: πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες,