Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 38 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
38.0.a
ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δ᾽ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ. Σωκράτης: ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν. Πρώταρχος: οὐδέν γε, ἀλλ᾽ ἅπερ ἀκούω λέγω. Σωκράτης: διαφέρει δ᾽ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετ᾽ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;
38.0.b
Πρώταρχος: εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν. Σωκράτης: τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν. Πρώταρχος: ἄγ᾽ ὅπῃ σοι φαίνεται. Σωκράτης: τῇδε δὴ ἄγω. Πρώταρχος: πῇ; Σωκράτης: δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής; Πρώταρχος: ἔστιν. Σωκράτης: ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω. Πρώταρχος: πάνυ γε. Σωκράτης: οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθ᾽ ἑκάστοτε;
38.0.c
Πρώταρχος: καὶ μάλα. Σωκράτης: ἆρ᾽ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθ᾽ ἴσχειν; Πρώταρχος: πῶς; Σωκράτης: πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθ᾽ ἅπερ ὁρᾷ; Πρώταρχος: φαίην ἄν. Σωκράτης: οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτ᾽ ἂν ὧδε; Πρώταρχος: πῶς; Σωκράτης: τί ποτ᾽ ἄρ᾽ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθ᾽ ἑστάναι
38.0.d
φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτ᾽ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτ᾽ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε; Πρώταρχος: τί μήν; Σωκράτης: ἆρ᾽ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών; Πρώταρχος: καὶ πάνυ γε. Σωκράτης: καὶ παρενεχθείς γ᾽ αὖ τάχ᾽ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι. Πρώταρχος: μάλα γε.
38.0.e
Σωκράτης: κἂν μέν τίς γ᾽ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτ᾽ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν; Πρώταρχος: τί μήν; Σωκράτης: ἂν δ᾽ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται. Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί; Πρώταρχος: τὸ ποῖον; Σωκράτης: δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι. Πρώταρχος: πῶς;

Intertext edge

Open linked passage

Note