Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 39 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
39.0.a
Σωκράτης: ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτ᾽ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους: καὶ ὅταν μὲν ἀληθῆ γράφῃ[ τοῦτο τὸ πάθημα}}, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπ᾽ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι: ψευδῆ δ᾽ ὅταν ὁ τοιοῦτος παρ᾽ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.
39.0.b
Πρώταρχος: πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως. Σωκράτης: ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον. Πρώταρχος: τίνα; Σωκράτης: ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει. Πρώταρχος: πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν; Σωκράτης: ὅταν ἀπ᾽ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων
39.0.c
καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρ᾽ ἡμῖν; Πρώταρχος: σφόδρα μὲν οὖν. Σωκράτης: οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς; Πρώταρχος: παντάπασιν. Σωκράτης: εἰ δὴ ταῦτ᾽ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα. Πρώταρχος: τὸ ποῖον; Σωκράτης: εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ; Πρώταρχος: περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.
39.0.d
Σωκράτης: οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντ᾽ ἄν, ὥσθ᾽ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον; Πρώταρχος: ἀληθέστατα. Σωκράτης: πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν
39.0.e
γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν; Πρώταρχος: σφόδρα γε. Σωκράτης: ἆρα σφόδρα λέγεις, ὅτι πάντ᾽ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δ᾽ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων; Πρώταρχος: παντάπασι μὲν οὖν. Σωκράτης: ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι. Πρώταρχος: τὸ ποῖον; Σωκράτης: δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρ᾽ οὐ θεοφιλής ἐστιν; Πρώταρχος: τί μήν; Σωκράτης: τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρ᾽ οὐ

Intertext edge

Open linked passage

Note