Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
40.0.a
τοὐναντίον ἐκείνῳ; Πρώταρχος: πῶς δ᾽ οὔ; Σωκράτης: πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει; Πρώταρχος: τί δ᾽ οὔ; Σωκράτης: λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν; Πρώταρχος: ναί. Σωκράτης: καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα: καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπ᾽ αὐτῷ πολλὰς ἡδονάς: καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφ᾽ αὑτῷ χαίροντα σφόδρα καθορᾷ.
40.0.b
Πρώταρχος: τί δ᾽ οὔ; Σωκράτης: τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ< τὸ> πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν; Πρώταρχος: καὶ μάλα φατέον. Σωκράτης: οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που. Πρώταρχος: τί μήν;
40.0.c
Σωκράτης: ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δ᾽ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν. Πρώταρχος: ἀναγκαιότατα λέγεις. Σωκράτης: εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως. Πρώταρχος: εἰσίν. Σωκράτης: οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπ᾽ οὖσι δὲ μηδ᾽ ἐπὶ γεγονόσι μηδὲ ἐπ᾽ ἐσομένοις ἐνίοτε. Πρώταρχος: πάνυ γε.
40.0.d
Σωκράτης: καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ; Πρώταρχος: ναί. Σωκράτης: τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις; Πρώταρχος: πῶς; Σωκράτης: ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδ᾽ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι.
40.0.e
Πρώταρχος: καὶ ταῦθ᾽ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν. Σωκράτης: οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν; Πρώταρχος: οὐκ ἄλλως. Σωκράτης: οὐδ᾽ ἡδονάς γ᾽ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.