Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
41.0.a
Πρώταρχος: πάνυ μὲν οὖν τοὐναντίον, ὦ Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ. Σωκράτης: τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν: τὰς δὲ ψευδεῖς κατ᾽ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις
41.0.b
ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις. Πρώταρχος: πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν. Σωκράτης: ἀλλ᾽, ὦ Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρ᾽ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι. Πρώταρχος: καλῶς. Σωκράτης: περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον. Πρώταρχος: ἴωμεν. Σωκράτης: ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν
41.0.c
τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται. Πρώταρχος: μεμνήμεθα καὶ προερρήθη ταῦτα. Σωκράτης: οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον; Πρώταρχος: ἦν γὰρ οὖν. Σωκράτης: συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις. Πρώταρχος: λέγε.
41.0.d
Σωκράτης: γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρ᾽ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη. Πρώταρχος: φαίνεται γοῦν. Σωκράτης: οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται; Πρώταρχος: τὸ ποῖον; Σωκράτης: ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην. Πρώταρχος: εἴρηται. τί μήν; Σωκράτης: τίς οὖν μηχανὴ ταῦτ᾽ ὀρθῶς κρίνεσθαι;
41.0.e
Πρώταρχος: πῇ δὴ καὶ πῶς; Σωκράτης: εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν. Πρώταρχος: ἀλλ᾽ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη. Σωκράτης: τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν