Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 42 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
42.0.a
τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δ᾽ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον; Πρώταρχος: πολὺ μὲν οὖν μᾶλλον, ὦ Σώκρατες. Σωκράτης: ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν. Πρώταρχος: τὸ ποῖον λέγεις; Σωκράτης: τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρ᾽ αὑταῖς παθήματος ἀνεπίμπλασαν.
42.0.b
Πρώταρχος: ἀληθέστατα. Σωκράτης: νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέν τε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι, καὶ ἅμα τιθέμεναι παρ᾽ ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δ᾽ αὖ διὰ τὸ παρ᾽ ἡδονὰς τοὐναντίον ἐκείναις. Πρώταρχος: ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα. Σωκράτης: οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον
42.0.c
ἀλλ᾽ οὐκ ὄν, οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐδ᾽ αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόν τε καὶ ἀληθὲς τολμήσεις λέγειν. Πρώταρχος: οὐ γὰρ οὖν. Σωκράτης: τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ἢ ταύτας φαινομένας τε καὶ οὔσας ἐν τοῖς ζῴοις. Πρώταρχος: ποίας δὴ καὶ πῶς λέγεις; Σωκράτης: εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι
42.0.d
καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθ᾽ ὁπόσα τοιαῦτ᾽ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα. Πρώταρχος: ναί, ταῦτα εἴρηται πολλάκις. Σωκράτης: εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρ᾽ ἡμῶν αὐτῶν. Πρώταρχος: ὀρθῶς. Σωκράτης: τί δ᾽ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ᾖ; Πρώταρχος: πότε δὲ τοῦτ᾽ ἂν γένοιτο, ὦ Σώκρατες;
42.0.e
Σωκράτης: οὐδὲν πρὸς λόγον ἐστίν, ὦ Πρώταρχε, ὃ σὺ νῦν ἤρου τὸ ἐρώτημα. Πρώταρχος: τί δή; Σωκράτης: διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν. Πρώταρχος: ποίαν; Σωκράτης: εἰ δ᾽ οὖν μὴ γίγνοιτο, ὦ Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν; Πρώταρχος: μὴ κινουμένου τοῦ σώματος ἐφ᾽ ἑκάτερα φῄς; Σωκράτης: οὕτως. Πρώταρχος: δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτ᾽ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτ᾽ ἄν τις λύπη.

Intertext edge

Open linked passage

Note