Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
43.0.a
Σωκράτης: κάλλιστ᾽ εἶπες. ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν: ἀεὶ γὰρ ἅπαντα ἄνω τε καὶ κάτω ῥεῖ. Πρώταρχος: λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν. Σωκράτης: πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες; ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι. τῇδ᾽ οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε. Πρώταρχος: λέγε ὅπῃ. Σωκράτης: ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους:
43.0.b
σὺ δ᾽ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτ᾽ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτ᾽ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, ἢ πᾶν τοὐναντίον. Πρώταρχος: ἅπαν δήπου τοὐναντίον: ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθ᾽ ἡμᾶς. Σωκράτης: οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται. Πρώταρχος: τί μήν;
43.0.c
Σωκράτης: ὧδ᾽ ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον. Πρώταρχος: πῶς; Σωκράτης: ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπας τε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δ᾽ αὖ μέτριαί τε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων. Πρώταρχος: ὀρθότερον οὕτως ἢ' κείνως, ὦ Σώκρατες. Σωκράτης: οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν ὁ νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι. Πρώταρχος: ποῖος; Σωκράτης: ὃν ἄλυπόν τε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι. Πρώταρχος: ἀληθέστατα λέγεις. Σωκράτης: ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα
43.0.d
μὲν ἡδύν, τὸν δ᾽ αὖ λυπηρόν, τὸν δ᾽ ἕνα μηδέτερα. ἢ πῶς ἂν φαίης σὺ περὶ τούτων; Πρώταρχος: οὐκ ἄλλως ἔγωγε ἢ ταύτῃ, τρεῖς εἶναι τοὺς βίους. Σωκράτης: οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν; Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθ᾽ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον; Πρώταρχος: ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.
43.0.e
Σωκράτης: τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δ᾽ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων. Πρώταρχος: κεῖται. Σωκράτης: τὸ δὴ μηδέτερα τούτων ἔσθ᾽ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος; Πρώταρχος: καὶ πῶς ἄν; Σωκράτης: οὐδ᾽ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτ᾽ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτ᾽ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον. Πρώταρχος: πῶς γὰρ ἄν;