Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
45.0.a
ἀποβλεπτέον, ἀλλ᾽ εἰς τὰς ἀκροτάτας καὶ σφοδροτάτας λεγομένας. Πρώταρχος: πᾶς ἄν σοι ταύτῃ συγχωροίη τὰ νῦν. Σωκράτης: ἆρ᾽ οὖν, αἱ πρόχειροί γε αἵπερ καὶ μέγισται τῶν ἡδονῶν, ὃ λέγομεν πολλάκις, αἱ περὶ τὸ σῶμά εἰσιν αὗται; Πρώταρχος: πῶς γὰρ οὔ; Σωκράτης: πότερον οὖν καὶ μείζους εἰσὶ καὶ γίγνονται περὶ τοὺς κάμνοντας ἐν ταῖς νόσοις ἢ περὶ ὑγιαίνοντας; εὐλαβηθῶμεν δὲ μὴ προπετῶς ἀποκρινόμενοι πταίσωμέν πῃ. τάχα γὰρ
45.0.b
ἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας. Πρώταρχος: εἰκός γε. Σωκράτης: τί δ᾽; οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται; Πρώταρχος: τοῦτο μὲν ἀληθές. Σωκράτης: ἀλλ᾽ οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόν τ᾽ ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν; ἢ τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι; Πρώταρχος: πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται.
45.0.c
Σωκράτης: τί οὖν; ὀρθῶς ἂν φαινοίμεθα λέγοντες ὡς εἴ τις τὰς μεγίστας ἡδονὰς ἰδεῖν βούλοιτο, οὐκ εἰς ὑγίειαν ἀλλ᾽ εἰς νόσον ἰόντας δεῖ σκοπεῖν; ὅρα δὲ μή με ἡγῇ διανοούμενον ἐρωτᾶν σε εἰ πλείω χαίρουσιν οἱ σφόδρα νοσοῦντες τῶν ὑγιαινόντων, ἀλλ᾽ οἴου μέγεθός με ζητεῖν ἡδονῆς, καὶ τὸ σφόδρα περὶ τοῦ τοιούτου ποῦ ποτε γίγνεται ἑκάστοτε. νοῆσαι γὰρ δεῖ φαμεν ἥντινα φύσιν ἔχει καὶ τίνα λέγουσιν οἱ φάσκοντες μηδ᾽ εἶναι τὸ παράπαν αὐτήν.
45.0.d
Πρώταρχος: ἀλλὰ σχεδὸν ἕπομαι τῷ λόγῳ σου. Σωκράτης: τάχα, ὦ Πρώταρχε, οὐχ ἧττον δείξεις. ἀπόκριναι γάρ: ἐν ὕβρει μείζους ἡδονάςοὐ πλείους λέγω, τῷ σφόδρα δὲ καὶ τῷ μᾶλλον ὑπερεχούσαςὁρᾷς ἢ ἐν τῷ σώφρονι βίῳ; λέγε δὲ προσέχων τὸν νοῦν. Πρώταρχος: ἀλλ᾽ ἔμαθον ὃ λέγεις, καὶ πολὺ τὸ διαφέρον ὁρῶ. τοὺς μὲν γὰρ σώφρονάς που καὶ ὁ παροιμιαζόμενος
45.0.e
ἐπίσχει λόγος ἑκάστοτε, ὁ τὸ μηδὲν ἄγαν παρακελευόμενος, ᾧ πείθονται: τὸ δὲ τῶν ἀφρόνων τε καὶ ὑβριστῶν μέχρι μανίας ἡ σφοδρὰ ἡδονὴ κατέχουσα περιβοήτους ἀπεργάζεται. Σωκράτης: καλῶς: καὶ εἴ γε τοῦθ᾽ οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλ᾽ οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται. Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: οὐκοῦν τούτων τινὰς προελόμενον δεῖ σκοπεῖσθαι τίνα ποτὲ τρόπον ἐχούσας ἐλέγομεν αὐτὰς εἶναι μεγίστας.