Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
46.0.a
Πρώταρχος: ἀνάγκη. Σωκράτης: σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον. Πρώταρχος: ποίων; Σωκράτης: τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς. Πρώταρχος: ποίας; Σωκράτης: οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως: τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν ἢ λύπην; Πρώταρχος: σύμμεικτον τοῦτό γ᾽ ἄρ᾽, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν.
46.0.b
Σωκράτης: οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον: ἀλλ᾽ ἄνευ τούτων, ὦ Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον. Πρώταρχος: οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς. Σωκράτης: τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς
46.0.c
τοῖς σώμασιν, αἱ δ᾽ αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ: τὰς δ᾽ αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα, τοτὲ δὲ λύπας ἐπικαλουμένας. Πρώταρχος: πῶς; Σωκράτης: ὁπόταν ἐν τῇ καταστάσει τις ἢ τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ
46.0.d
δυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ. Πρώταρχος: καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον. Σωκράτης: οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶν τε καὶ ἡδονῶν, αἱ δ᾽ ἐκ τῶν ἑτέρων πλειόνων; Πρώταρχος: πῶς γὰρ οὔ; Σωκράτης: λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνταιτὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶνὁπόταν< ἐν τοῖς> ἐντὸς τὸ ζέον ᾖ καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί
46.0.e
τις, τὸ δ᾽ ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερ᾽ ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν ἢ τὰ διακεκριμένα συγχεῖν