Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 48 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
48.0.a
καὶ τὰς ἐν τοῖς θρήνοις καὶ πόθοις ἡδονὰς ἐν λύπαις οὔσας ἀναμεμειγμένας; Πρώταρχος: οὔκ, ἀλλ᾽ οὕτω ταῦτά γε καὶ οὐκ ἄλλως ἂν συμβαίνοι γιγνόμενα. Σωκράτης: καὶ μὴν καὶ τάς γε τραγικὰς θεωρήσεις, ὅταν ἅμα χαίροντες κλάωσι, μέμνησαι; Πρώταρχος: τί δ᾽ οὔ; Σωκράτης: τὴν δ᾽ ἐν ταῖς κωμῳδίαις διάθεσιν ἡμῶν τῆς ψυχῆς, ἆρ᾽ οἶσθ᾽ ὡς ἔστι κἀν τούτοις μεῖξις λύπης τε καὶ ἡδονῆς; Πρώταρχος: οὐ πάνυ κατανοῶ.
48.0.b
Σωκράτης: παντάπασι γὰρ οὐ ῥᾴδιον, ὦ Πρώταρχε, ἐν τούτῳ συννοεῖν τὸ τοιοῦτον ἑκάστοτε πάθος. Πρώταρχος: οὔκουν ὥς γ᾽ ἔοικεν ἐμοί. Σωκράτης: λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷός τ᾽ ᾖ μεῖξιν λύπης τε καὶ ἡδονῆς. Πρώταρχος: λέγοις ἄν. Σωκράτης: τό τοι νυνδὴ ῥηθὲν ὄνομα φθόνου πότερα λύπην τινὰ ψυχῆς θήσεις, ἢ πῶς; Πρώταρχος: οὕτως. Σωκράτης: ἀλλὰ μὴν ὁ φθονῶν γε ἐπὶ κακοῖς τοῖς τῶν πέλας ἡδόμενος ἀναφανήσεται.
48.0.c
Πρώταρχος: σφόδρα γε. Σωκράτης: κακὸν μὴν ἄγνοια καὶ ἣν δὴ λέγομεν ἀβελτέραν ἕξιν. Πρώταρχος: τί μήν; Σωκράτης: ἐκ δὴ τούτων ἰδὲ τὸ γελοῖον ἥντινα φύσιν ἔχει. Πρώταρχος: λέγε μόνον. Σωκράτης: ἔστιν δὴ πονηρία μέν τις τὸ κεφάλαιον, ἕξεώς τινος ἐπίκλην λεγομένη: τῆς δ᾽ αὖ πάσης πονηρίας ἐστὶ τοὐναντίον πάθος ἔχον ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων. Πρώταρχος: τὸ γνῶθι σαυτὸν λέγεις, ὦ Σώκρατες;
48.0.d
Σωκράτης: ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη. Πρώταρχος: τί μήν; Σωκράτης: ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν. Πρώταρχος: πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς ὦ. Σωκράτης: λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν; Πρώταρχος: λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν. Σωκράτης: ἆρ᾽ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον; Πρώταρχος: πῶς;
48.0.e
Σωκράτης: πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὑτῶν οὐσίαν. Πρώταρχος: πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες. Σωκράτης: πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας. Πρώταρχος: πάνυ γε. Σωκράτης: πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες. Πρώταρχος: σφόδρα μὲν οὖν.

Intertext edge

Open linked passage

Note