Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
51.0.a
Πρώταρχος: κάλλιστ᾽ εἶπες. Σωκράτης: ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς. τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλ᾽ ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δ᾽ οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δ᾽ αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαις τε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περί τε σώματος καὶ ψυχῆς ἀπορίας.
51.0.b
Πρώταρχος: ἀληθεῖς δ᾽ αὖ τίνας, ὦ Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτ᾽ ἄν; Σωκράτης: τὰς περί τε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας[ καθαρὰς λυπῶν] παραδίδωσιν. Πρώταρχος: πῶς δὴ ταῦτα, ὦ Σώκρατες, αὖ λέγομεν οὕτω; Σωκράτης: πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν ἃ λέγω, πειρατέον
51.0.c
μὴν δηλοῦν. σχημάτων τε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ἢ ζῴων ἤ τινων ζωγραφημάτων, ἀλλ᾽ εὐθύ τι λέγω, φησὶν ὁ λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τά τε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδά τε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις. ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλ᾽ ἀεὶ καλὰ καθ᾽ αὑτὰ πεφυκέναι καί τινας
51.0.d
ἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς: καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα[ καλὰ καὶ ἡδονάς] ἀλλ᾽ ἆρα μανθάνομεν, ἢ πῶς; Πρώταρχος: πειρῶμαι μέν, ὦ Σώκρατες: πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν. Σωκράτης: λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλ᾽ αὐτὰς καθ᾽ αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας. Πρώταρχος: ἔστι γὰρ οὖν καὶ τοῦτο.
51.0.e
Σωκράτης: τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν: τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτ᾽ ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν. ἀλλ᾽, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο< ὧν> λέγομεν ἡδονῶν. Πρώταρχος: κατανοῶ. Σωκράτης: ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ