Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
53.0.a
Πρώταρχος: τί οὖν προελώμεθα; Σωκράτης: τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος. Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη; Πρώταρχος: δῆλον ὅτι τὸ μάλιστ᾽ εἰλικρινὲς ὄν. Σωκράτης: ὀρθῶς. ἆρ᾽ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε,
53.0.b
καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλ᾽ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον; Πρώταρχος: ὀρθότατά γε. Σωκράτης: σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς. Πρώταρχος: ὀρθότατα μὲν οὖν. Σωκράτης: τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλ᾽ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ
53.0.c
μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτ᾽ ἄν. Πρώταρχος: σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν. Σωκράτης: τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν. Πρώταρχος: τί δή; Σωκράτης: διαπερανοῦμαί σοι τοῦτ᾽ αὐτὸ ἐπανερωτῶν, ὦ
53.0.d
Πρώταρχε φίλε. Πρώταρχος: λέγε καὶ ἐρώτα μόνον. Σωκράτης: ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθ᾽ αὑτό, τὸ δ᾽ ἀεὶ ἐφιέμενον ἄλλου. Πρώταρχος: πῶς τούτω καὶ τίνε λέγεις; Σωκράτης: τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δ᾽ ἐλλιπὲς ἐκείνου. Πρώταρχος: λέγ᾽ ἔτι σαφέστερον. Σωκράτης: παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν. Πρώταρχος: σφόδρα γε. Σωκράτης: τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει
53.0.e
κατὰ πάνθ᾽ ὅσα λέγομεν εἶναι. Πρώταρχος: τὸ τρίτον ἔτ᾽ ἐρῶ; λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις. Σωκράτης: οὐδέν τι ποικίλον, ὦ Πρώταρχε: ἀλλ᾽ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δ᾽ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστ᾽ ἀεί, τὸ δ᾽ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται. Πρώταρχος: μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι. Σωκράτης: τάχα δ᾽ ἴσως, ὦ παῖ, μᾶλλον μαθησόμεθα προελθόντος