Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 54 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
54.0.a
τοῦ λόγου. Πρώταρχος: τί γὰρ οὔ; Σωκράτης: δύο δὴ τάδε ἕτερα λάβωμεν. Πρώταρχος: ποῖα; Σωκράτης: ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν. Πρώταρχος: δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν. Σωκράτης: ὀρθότατα. πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν ἢ τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα; Πρώταρχος: τοῦτο ὃ προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτ᾽ ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ; Σωκράτης: φαίνομαι.
54.0.b
Πρώταρχος: πρὸς θεῶν ἆρ᾽[ ἂν] ἐπανερωτᾷς με τοιόνδε τι; λέγ᾽, ὦ Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον ἢ πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθ᾽ ὁπόσα τοιαῦτ᾽ ἐστίν; Σωκράτης: λέγω τοῦτ᾽ αὐτό, ὦ Πρώταρχε. Πρώταρχος: τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, ὦ Σώκρατες; Σωκράτης: οὐδὲν ὅτι οὔ: σὺ μέντοι τοῦ λόγου συμμέτεχε. Πρώταρχος: πάνυ μὲν οὖν.
54.0.c
Σωκράτης: φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακά τε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης. Πρώταρχος: σαφέστατα μὲν οὖν. Σωκράτης: οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτ᾽ ἄν. Πρώταρχος: τί μήν; Σωκράτης: τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτ᾽ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι: τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ὦ ἄριστε, μοῖραν θετέον. Πρώταρχος: ἀναγκαιότατον.
54.0.d
Σωκράτης: ἆρ᾽ οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην ἢ τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν; Πρώταρχος: ὀρθότατα μὲν οὖν. Σωκράτης: οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μηδ᾽ ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ: δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ. Πρώταρχος: σφόδρα γε.
54.0.e
Σωκράτης: καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται. Πρώταρχος: πῶς δὴ καὶ ποίων λέγεις; Σωκράτης: τῶν ὅσοι ἐξιώμενοι ἢ πείνην ἢ δίψαν ἤ τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντές τε καὶ πεινῶντες καὶ τἆλλα ἅ τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες.

Intertext edge

Open linked passage

Note