Phileb
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)">
—
⋯
Original / primary: Textus receptus
56.0.a
ἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας. Πρώταρχος: ἀναγκαιότατα λέγεις. Σωκράτης: οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον. Πρώταρχος: ἀληθέστατα.
56.0.b
Σωκράτης: καὶ μὴν ἰατρικήν τε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας. Πρώταρχος: καὶ πάνυ γε. Σωκράτης: τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροις τε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται. Πρώταρχος: πῇ; Σωκράτης: κατά τε ναυπηγίαν καὶ κατ᾽ οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς. κανόνι γὰρ οἶμαι καὶ
56.0.c
τόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ. Πρώταρχος: καὶ πάνυ γε, ὦ Σώκρατες, ὀρθῶς λέγεις. Σωκράτης: θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος. Πρώταρχος: κείσθω. Σωκράτης: τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν. Πρώταρχος: ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή.
56.0.d
Σωκράτης: πάνυ μὲν οὖν. ἀλλ᾽, ὦ Πρώταρχε, ἆρ᾽ οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον; ἢ πῶς; Πρώταρχος: ποίας δὴ λέγεις; Σωκράτης: ἀριθμητικὴν πρῶτον ἆρ᾽ οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δ᾽ αὖ τὴν τῶν φιλοσοφούντων; Πρώταρχος: πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν; Σωκράτης: οὐ σμικρὸς ὅρος, ὦ Πρώταρχε. οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα ἢ καὶ
56.0.e
τὰ πάντων μέγιστα: οἱ δ᾽ οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει. Πρώταρχος: καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύ᾽ αὐτὰς εἶναι. Σωκράτης: τί δέ; λογιστικὴ καὶ μετρητικὴ< ἡ> κατὰ τεκτονικὴν καὶ κατ᾽ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ