Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 57 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
57.0.a
λογισμῶν καταμελετωμένωνπότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν; Πρώταρχος: τῇ πρόσθεν ἑπόμενος ἔγωγ᾽ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων. Σωκράτης: ὀρθῶς. οὗ δ᾽ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς; Πρώταρχος: ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον. Σωκράτης: δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας
57.0.b
ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή. Πρώταρχος: καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθ᾽ ἕνεκα τούτων ἐπικεχείρηκεν. Σωκράτης: τί οὖν; ἆρ᾽ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπ᾽ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: ἐν τούτοις δὲ ἆρ᾽ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς
57.0.c
δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει; Πρώταρχος: καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν. Σωκράτης: τίν᾽ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν; Πρώταρχος: ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν. Σωκράτης: οὐκοῦν ἀποκρινούμεθα ῥᾷον; Πρώταρχος: τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δ᾽ αὐτῶν αἱ περὶ τὴν
57.0.d
τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν. Σωκράτης: ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήνΠρώταρχος: τὸ ποῖον; Σωκράτης: ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι.
57.0.e
Πρώταρχος: διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, ὦ Σώκρατες. Σωκράτης: ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστ᾽ εἶναι; Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: ἀλλ᾽ ἡμᾶς, ὦ Πρώταρχε, ἀναίνοιτ᾽ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν. Πρώταρχος: τίνα δὲ ταύτην αὖ δεῖ λέγειν;

Intertext edge

Open linked passage

Note