Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 59 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
59.0.a
πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθ᾽ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς; Πρώταρχος: οὕτως. Σωκράτης: οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον; Πρώταρχος: ἀληθέστατα. Σωκράτης: τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ
59.0.b
ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθ᾽ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει; Πρώταρχος: καὶ πῶς; Σωκράτης: περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδ᾽ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθ᾽ ἡμῖν καὶ ὁτιοῦν; Πρώταρχος: οἶμαι μὲν οὐδαμῶς. Σωκράτης: οὐδ᾽ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα. Πρώταρχος: οὔκουν εἰκός γε. Σωκράτης: τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.
59.0.c
Πρώταρχος: τὸ ποῖον; Σωκράτης: ὡς ἢ περὶ ἐκεῖνα ἔσθ᾽ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ{{ χ| δεύτερος] ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές: τὰ δ᾽ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον. Πρώταρχος: ἀληθέστατα λέγεις. Σωκράτης: τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρ᾽ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν; Πρώταρχος: εἰκός γε.
59.0.d
Σωκράτης: οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γ᾽ ἄν τις τιμήσειε μάλιστα ὀνόματα; Πρώταρχος: ναί. Σωκράτης: ταῦτ᾽ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι. Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλ᾽ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα. Πρώταρχος: τί μήν, ὦ Σώκρατες; Σωκράτης: εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι
59.0.e
πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι. Πρώταρχος: καὶ μάλα. Σωκράτης: τὸ δὴ μετὰ ταῦτα ἆρ᾽ οὐ μειγνύναι ἐπιχειρητέον; Πρώταρχος: τί μήν; Σωκράτης: οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι; Πρώταρχος: τὰ ποῖα; Σωκράτης: ἃ καὶ πρότερον ἐμνήσθημεν: εὖ δ᾽ ἡ παροιμία

Intertext edge

Open linked passage

Note