Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Phileb
Plato (plato)Phileb 61 · textus-receptusMore by Plato (plato)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/plato" aria-label="More works by Plato (plato)"> —
⋯
More
Original / primary: Textus receptus
61.0.a
Σωκράτης: οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη; Πρώταρχος: πῶς γὰρ ἄν; Σωκράτης: τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς ἢ καί τινα τύπον αὐτοῦ ληπτέον, ἵν᾽, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν. Πρώταρχος: ὀρθότατα λέγεις. Σωκράτης: οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν; Πρώταρχος: τίνα; Σωκράτης: καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν
61.0.b
πρῶτον ὀρθῶς ἵν᾽ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου. Πρώταρχος: πῶς δ᾽ οὔ; Σωκράτης: καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατ᾽ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλ᾽ ἐν τῷ μεικτῷ. Πρώταρχος: πάνυ γε. Σωκράτης: ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἢ ἐν τῷ μή; Πρώταρχος: πολύ γε. Σωκράτης: τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν,
61.0.c
εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθ᾽ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. Πρώταρχος: πάνυ μὲν οὖν. Σωκράτης: καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι- μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος- ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι. Πρώταρχος: πῶς γὰρ οὔ;
61.0.d
Σωκράτης: φέρε δὴ πρότερον: ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν; Πρώταρχος: ἴσως. Σωκράτης: ἀλλ᾽ οὐκ ἀσφαλές. ᾗ δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν. Πρώταρχος: λέγε τίνα. Σωκράτης: ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα; Πρώταρχος: πῶς γὰρ οὔ; Σωκράτης: καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, ἡ μὲν ἐπὶ
61.0.e
τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, ἡ δ᾽ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι. Πρώταρχος: πάνυ μὲν οὖν ὀρθῶς. Σωκράτης: οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, ἤ τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;

Intertext edge

Open linked passage

Note