Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Agesilaus
Gesilao 38.2
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
38.1
38.1
ὁ μέν οὖν Τάχως ἐρημωθεὶς τῶν μισθοφόρων ἔφυγεν, ἐκ δὲ Μένδητος ἕτερος ἐπανίσταται τῷ Νεκτανάβιδι βασιλεὺς ἀναγορευθείς· καὶ συναγαγὼν δέκα μυριάδας ἀνθρώπων ἐπῄει. θαρσύνοντος δὲ τοῦ Νεκτανάβιδος τὸν Ἀγησίλαον, καὶ λέγοντος ὅτι πολλοὶ μέν εἰσιν οἱ πολέμιοι, μιγάδες δὲ Καὶ βάναυσοι Καὶ διʼ ἀπειρίαν εὐκαταφρόνητοι,
38.2
38.2
καὶ μὴν οὐ τὸ πλῆθος αὐτῶν, ὁ Ἀγησίλαος εἶπεν, ἀλλὰ τὴν ἀπειρίαν φοβοῦμαι καὶ τὴν ἀμαθίαν ὡς δυσεξαπάτητον. αἱ γὰρ ἀπάται τὸ παράδοξον ἐπάγουσι τοῖς πρὸς ἄμυναν ὑπονοοῦσι Καὶ προσδοκῶσι τρεπομένοις, ὁ δὲ μὴ προσδοκῶν μηδὲ ὑπονοῶν μηδὲν οὐ δίδωσι τῷ παραλογιζομένῳ λαβήν, ὥσπερ οὐδὲ τῷ παλαίοντι ῥοπὴν ὁ μὴ κινούμενος. ἐκ τούτου Καὶ ὁ Μενδήσιος ἔπεμπε πειρῶν τὸν Ἀγησίλαον.
38.3
38.3
ἔδεισεν οὖν ὁ Νεκτάναβις, Καὶ κελεύοντος αὐτοῦ διαμάχεσθαι τὴν ταχίστην Καὶ μὴ χρόνῳ πολεμεῖν πρὸς ἀνθρώπους ἀπείρους ἀγῶνος, πολυχειρίᾳ δὲ περιελθεῖν Καὶ περιταφρεῦσαι Καὶ φθάσαι πολλὰ Καὶ προλαβεῖν δυναμένους, ἔτι μᾶλλον ἐν ὑποψίᾳ Καὶ φόβῳ γενόμενος πρὸς αὐτὸν ἀπεχώρησεν εἰς πόλιν εὐερκῆ Καὶ μέγαν ἔχουσαν περίβολον.
38.4
38.4
ὁ δὲ Ἀγησίλαος ἠγανάκτει μέν ἀπιστούμενος Καὶ βαρέως ἔφερεν, αἰσχυνόμενος δὲ Καὶ πάλιν μεταστῆναι πρὸς τὸν ἕτερον Καὶ τελέως ἀπελθεῖν ἄπρακτος, ἠκολούθησε Καὶ συνεισῆλθεν εἰς τὸ τεῖχος.

Intertext edge

Open linked passage

Note