Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Apophthegmata Laconica
Laco 17.1
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc3
17.1
17.1
ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν, εἶπε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν, καὶ πόσῳ κρεῖττον, ἔφη, ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν; αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.
17.2
17.2
πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος, ὅσοι ἱκανοί, εἶπε, τοὺς ἐχθροὺς ἀπερύκειν.
17.3
17.3
τῶν Ἀθηναίων δέ τινος ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ποδαποὺς οὖν, ἔφη, τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;ν

Intertext edge

Open linked passage

Note