Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Apophthegmata Laconica
Laco 19.1
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc3
19.1
19.1
Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα, ἔφη, κατὰ τοὺς νόμους.
19.2
19.2
πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ, ὦ λῷστε, ἔφη, ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;ν
19.3
19.3
ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν, οὗτος ἀγαθὸς ψάλτης ἐστίν, παρʼ ἡμῖν δέ γε οὗτος, ἔφη, ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὁργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.
19.4
19.4
ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ʼποιήσειν, πρὸς τί; ἔφη, καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.
19.5
19.5
στρατοπεδεύων δὲ περὶ Κόρινθον
19.5
1
19.5
εἶδεν ἔκ του
19.5
2
19.5
περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρός τοὺς συστρατιώτας,
19.5
εὐάλωτοι ἡμῶν οἱ πολέμιοί εἰσι.
19.6
19.6
δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς κριθεῖσιν αὐτούς· ὀμοσάντων δὲ ἐκείνων, κρίνω τοίνυν, ἔφη, μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.
19.7
19.7
ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών, φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.
19.8
19.8
θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις,
19.8
ἢ τῇ δυνάμει πρόσθες,
19.8
ἔφη,
19.8
ἢ τοῦ φρονήματος ὕφες. φρονήματος ὔφες] φράσους ἄφελε Stobaeus, Flor. liii. 12.

Intertext edge

Open linked passage

Note