Plutarch
Apophthegmata Laconica
Laco 23.1
Choose a text
More by Plutarch (plutarch)
—
Perseus Grc3
23.1
23.1
Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας,
23.1
οὐδὲν οὕτως,
23.1
ἔφη,
23.1
μικρόν ἐστιν, ὃ οὐ οὐ] μὴ 190 b (1), supra. σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.
23.2
23.2
ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε· καὶ πῶς ἐτρώθη ἐρωτηθείς, προδούσης με, ἔφη, τῆς ἀσπίδος.
23.3
23.3
ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις,
23.3
ἅσσα δήλωμαι δήλωμαι Valckenaer: δηλῶμαι. πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι.
23.4
23.4
ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον· πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν· ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δʼ ἐκείνου κρείττονας ἔχει ἡ Σπάρτη.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).