Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Apophthegmata Laconica
Laco 38.1
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc3
38.1
38.1
Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις, ἔφη, μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.
38.2
38.2
πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, κρεῖττον, ἔφη, ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.
38.3
38.3
τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον, ἔφη, ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἄν, ἔφη, αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;
38.4
38.4
λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ, ἔφη, ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.
38.5
38.5
Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν
38.5
1
38.5
ὅτι
38.5
τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.
38.6
38.6
ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν,
38.6
οὐ δὴ γυναικῶν οὐ δὴ γυναικών as in 190 a, F.C.B. (γυναικών also S. A. Naber): οὐδ’ εἰ γυναικῶν εἶπεν ἦν.;
38.6
εἶπεν.

Intertext edge

Open linked passage

Note