Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Apophthegmata Laconica
Laco 60.2
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc3
60.1
60.1
Πειδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, οὐκοῦν, ἔφη, ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν.
60.2
60.2
ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν διʼ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη, οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.
60.3
60.3
οὐκ ἐγκριθεὶς δʼ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δʼ αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων δι᾽ ὅ τι γελᾷ, εἶπε, δι’ ὅ τι συγχαίρω τῇ πόλει τριακοσίους κρείτ τονάς μου πολίτας ἐχούσῃ.

Intertext edge

Open linked passage

Note