Plutarch
Apophthegmata Laconica
Laco 66.1
Choose a text
More by Plutarch (plutarch)
—
Perseus Grc3
66.1
66.1
Σόον
66.1
1
66.1
λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ
66.1
2
66.1
μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν
66.1
3
66.1
καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).