Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Caesar
Caes. 34.2
Choose a text More by Plutarch
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
34.1
34.1
οἱ μὲν οὖν ὕπατοι μηδὲ ἃ νόμος ἐστὶ πρὸ ἐξόδου θύσαντες ἔφυγον ἔφευγον δὲ καί τῶν βουλευτῶν οἱ πλεῖστοι, τρόπον τινὰ διʼ ἁρπαγῆς ἀπὸ τῶν ἰδίων ὅ τι τύχοιεν ὥσπερ ἀλλοτρίων λαμβάνοντες, εἰσὶ δὲ οἳ καί σφόδρα τὰ Καίσαρος ᾑρημένοι πρότερον ἐξέπεσον ὑπὸ θάμβους τότε τῶν λογισμῶν καί συμπαρηνέχθησαν οὐδὲν δεόμενοι τῷ ῥεύματι τῆς φορᾶς ἐκείνης.
34.2
34.2
οἰκτρότατον δὲ τὸ θέαμα τῆς πόλεως ἦν, ἐπιφερομένου τοσούτου χειμῶνος, ὥσπερ νεὼς ὑπὸ κυβερνητῶν ἀπαγορευόντων πρὸς τὸ συντυχὸν ἐκπεσεῖν κομιζομένης. ἀλλὰ καίπερ οὕτω τῆς μεταστάσεως οἰκτρᾶς οὔσης, τὴν μὲν φυγὴν οἱ ἄνθρωποι πατρίδα διὰ Πομπήϊον ἡγοῦντο, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον ἐξέλειπον· ὅπου καί Λαβιηνός, ἀνὴρ ἐν τοῖς μάλιστα φίλοις Καίσαρος καί πρεσβευτὴς γεγονὼς καί συνηγωνισμένος ἐν πᾶσι προθυμότατα τοῖς Κελτικοῖς πολέμοις, τότʼ ἐκεῖνον ἀποδρὰς ἀφίκετο πρὸς Πομπήϊον.
34.3
34.3
ἀλλὰ τούτῳ μὲν καί τὰ χρήματα καί τὰς ἀποσκευὰς ἀπέπεμψεν ὁ Καῖσαρ Δομετίῳ δὲ ἡγουμένῳ σπειρῶν τριάκοντα καί κατέχοντι Κορφίνιον ἐπελθὼν παρεστρατοπέδευσεν. ὁ δὲ ἀπογνοὺς τὰ καθʼ ἑαυτόν ᾔτησε τὸν ἰατρὸν οἰκέτην ὄντα φάρμακον καί λαβὼν τὸ δοθὲν ἔπιεν ὡς τεθνηξόμενος.
34.4
34.4
μετʼ ὀλίγον δὲ ἀκούσας τὸν Καίσαρα θαυμαστῇ τινι φιλανθρωπίᾳ χρῆσθαι πρὸς τοὺς ἑαλωκότας, αὐτὸς αὑτὸν ἀπεθρήνει καί τὴν ὀξύτητα τοῦ βουλεύματος ᾐτιᾶτο. τοῦ δʼ ἰατροῦ θαρρύναντος αὐτόν, ὡς ὑπνωτικόν, οὐ θανάσιμον, πεπωκότα, περιχαρὴς ἀναστὰς ἀπῄει πρὸς Καίσαρα, καί λαβὼν δεξιάν αὖθις διεξέπεσε πρὸς Πομπήϊον. ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες φυγόντες ἀνέστρεψαν.

Intertext edge

Open linked passage

Note