Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Cato the Younger
Youn 38.1
Choose a text More by Plutarch
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
38.1
38.1
τῷ δὲ Κάτωνι συνήχθη μὲν ἀργυρίου τάλαντα μικρὸν ἑπτακισχιλίων ἀποδέοντα, δεδιὼς δὲ τοῦ πλοῦ τὸ μῆκος ἀγγεῖα πολλὰ κατασκευάσας, ὧν ἕκαστον ἐχώρει δύο τάλαντα καὶ δραχμὰς πεντακοσίας, καλώδιον ἑκάστῳ μακρὸν προσήρτησεν, οὗ τῇ ἀρχῇ προσείχετο φελλὸς εὐμεγέθης, ὅπως, εἰ ῥαγείη τὸ πλοῖον, ἔχων διὰ βυθοῦ τὸ ἄρτημα σημαίνοι τὸν τόπον.
38.2
38.2
τὰ μὲν οὖν χρήματα πλὴν ὀλίγων τινῶν ἀσφαλῶς διεκομίσθη, λόγους δὲ πάντων ὧν διῴκησε γεγραμμένους ἐπιμελῶς ἔχων ἐν δυσὶ βιβλίοις οὐδέτερον ἔσωσεν, ἀλλὰ τὸ μὲν ἀπελεύθερος αὐτοῦ κομίζων ὄνομα Φιλάργυρος ἐκ Κεγχρεῶν ἀναχθεὶς ἀνετράπη καὶ συναπώλεσε τοῖς φορτίοις, τὸ δὲ αὐτὸς ἄχρι Κερκύρας φυλάξας ἐν ἀγορᾷ κατεσκήνωσε·
38.3
38.3
τῶν δὲ ναυτῶν διὰ τὸ ῥιγοῦν πυρὰ πολλὰ καιόντων τῆς νυκτός ἥφθησαν αἱ σκηναί καὶ τὸ βιβλίον ἠφανίσθη. τοὺς μὲν οὖν ἐχθροὺς καὶ συκοφάντας ἐπιστομιεῖν ἤμελλον οἱ βασιλικοὶ διοικηταὶ παρόντες, ἄλλως δὲ τῷ Κάτωνι τὸ πρᾶγμα δηγμὸν ἤνεγκεν. οὐ γὰρ εἰς πίστιν ὑπὲρ αὑτοῦ τοὺς λόγους, ἀλλὰ παράδειγμα τοῖς ἄλλοις ἀκριβείας ἐξενεγκεῖν φιλοτιμούμενος ἐνεμεσήθη.

Intertext edge

Open linked passage

Note