Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Fabius Maximus
Maxi 12.1
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
12.1
12.1
ἐν τοσούτῳ δὲ κακῷ τῶν Ῥωμαίων ὄντων οὐκ ἔλαθεν ὁ κίνδυνος τὸν Φάβιον, ἀλλὰ καὶ τὸ μέλλον, ὡς ἔοικεν, ἤδη προειληφώς τήν τε δύναμιν συντεταγμένην εἶχεν ἐπὶ τῶν ὅπλων καὶ τὰ πραττόμενα γινώσκειν ἐφρόντιζεν οὐ διʼ ἀγγέλων, ἀλλʼ αὐτὸς ἔχων κατασκοπὴν πρὸ τοῦ χάρακος. ὡς οὖν κατεῖδε κυκλούμενον καὶ ταραττόμενον τὸ στράτευμα, καὶ κραυγὴ προσέπιπτεν οὐ μενόντων, ἀλλʼ ἤδη πεφοβημένων καὶ τρεπομένων,
12.2
12.2
μηρόν τε πληξάμενος καὶ στενάξας μέγα πρὸς μὲν τοὺς παρόντας εἶπεν ὮἩράκλεις, ὡς τάχιον μὲν ἢ ἐγὼ προσεδόκων, βράδιον δʼ ἢ αὐτὸς ἔσπευδε Μινούκιος ἑαυτὸν ἀπολώλεκε, τὰς· δὲ σημαίας ἐκφέρειν κατὰ τάχος καὶ τὸν στρατὸν ἕπεσθαι κελεύσας ἀνεβόησε· νῦν τις, ὦ στρατιῶται, Μάρκου Μινουκίου μεμνημένος ἐπειγέσθω· λαμπρὸς γὰρ ἁνὴρ καὶ φιλόπατρις, εἰ δέ τι σπεύδων ἐξελάσαι τοὺς πολεμίους ἥμαρτεν, αὖθις αἰτιασόμεθα.
12.3
12.3
πρῶτον μὲν οὖν ἐπιφανεὶς τρέπεται καὶ διασκίδνησι τοὺς ἐν τῷ πεδίῳ περιελαύνοντας Νομάδας· εἶτα πρὸς τοὺς μαχομένους καὶ κατὰ νώτου τῶν Ῥωμαίων ὄντας ἐχώρει καὶ τοὺς ἐμποδὼν ἔκτεινεν, οἱ δὲ λοιποί,
12.3
1
12.3
πρὶν ἀποληφθῆναι καὶ γενέσθαι περιπετεῖς οἷς αὐτοὶ τοὺς Ῥωμαίους ἐποίησαν, ἐγκλίναντες ἔφυγον.
12.4
12.4
ὁρῶν δʼ ὁ Ἀννίβας τήν μεταβολὴν καὶ τὸν Φάβιον εὐρώστως παρʼ ἡλικίαν διὰ τῶν μαχομένων ὠθούμενον ἄνω πρὸς τὸν Μινούκιον εἰς τὸν όφον, ἐπέσχε τήν μάχην, καὶ τῇ σάλπιγγι σημήνας ἀνάκλησιν ἀπῆγεν εἰς τὸν χάρακα τοὺς Καρχηδονίους, ἀσμένως καὶ τῶν Ῥωμαίων ἀποτρεπομένων, λέγεται δʼ αὐτὸν ἀπιόντα περὶ τοῦ Φαβίου πρὸς τοὺς φίλους εἰπεῖν τι τοιοῦτον μετὰ παιδιᾶς· οὐκ ἐγὼ μέντοι προὔλεγον ὑμῖν πολλάκις τήν ἐπὶ τῶν ἄκρων ταύτην καθημένην νεφέλην, ὅτι μετὰ ζάλης ποτὲ καὶ καταιγίδων ὄμβρον ἐκρήξει;

Intertext edge

Open linked passage

Note