Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Galba
Galb 27.5
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
27.1
27.1
τὸν δέ Γάλβαν, ἀποκλιθέντος τοῦ φορείου περὶ τὸν Κουρτίου καλούμενον λάκκον, ἐκκυλισθέντα τεθωρακισμένον ἔτυπτον ἐπιδραμόντες. ὁ δὲ τὴν σφαγὴν προτείνας, δρᾶτε, εἶπεν, εἰ τοῦτο τῷ δήμῳ Ῥωμαίων ἄμεινόν ἐστι.
27.2
27.2
πολλὰς μὲν οὖν ἔλαβε πληγὰς εἴς τε τὰ σκέλη καὶ τοὺς βραχίονας, ἀπέσφαξε δὲ αὐτόν, ὡς οἱ πλεῖστοι λέγουσι, Καμούριός τις ἐκ τοῦ πεντεκαιδεκάτου τάγματος, ἔνιοι δὲ Τερέντιον, οἱ δὲ Λεκάνιον ἱστοροῦσιν, οἱ δὲ Φάβιον Φάβουλον, ὃν καί φασιν ἀποκόψαντα τὴν κεφαλὴν κομίζειν τῷ ἱματίῳ συλλαβόντα, διὰ τὴν ψιλότητα δυσπερίληπτον οὖσαν·
27.3
27.3
ἔπειτα τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων, ἀλλʼ ἐκφανῆ πᾶσι ποιεῖν τὴν ἀνδραγαθίαν, περιπείραντα περὶ λόγχην καί ἀναπήλαντα πρεσβύτου πρόσωπον, ἄρχοντός τε κοσμίου καί ἀρχιερέως καί ὑπάτου, δρόμῳ χωρεῖν, ὥσπερ αἱ βάκχαι, πολλάκις μεταστρεφόμενον, καί κραδαίνοντα τὴν λόγχην αἵματι καταρρεομένην. τὸν δʼ Ὄθωνα, τῆς κεφαλῆς κομισθείσης, ἀνακραγεῖν λέγουσιν οὐδέν ἐστι τοῦτο, ὦ συστρατιῶται, τὴν Πείσωνός μοι κεφαλὴν δείξατε.
27.4
27.4
μετʼ ὀλίγον δὲ ἧκε κομιζομένη τρωθεὶς γὰρ ἔφευγεν ὁ νεανίσκος, καί καταδιωχθεὶς ὑπὸ Μούρκου τινὸς ἀπεσφάγη πρὸς τῷ ἱερῷ τῆς Ἑστίας, ἀπεσφάττετο δὲ καί Οὐίνιος ὁμολογῶν κοινωνὸς γεγονέναι τῆς ἐπὶ τὸν Γάλβαν συνωμοσίας· ἐβόα γὰρ ἀποθνήσκειν παρὰ τὴν Ὄθωνος γνώμην. ἀλλὰ γὰρ καί τούτου τὴν κεφαλὴν ἀποτεμόντες καί Λάκωνος ἐκόμισαν πρὸς τὸν Ὄθωνα δωρεὰς αἰτοῦντες.
27.5
27.5
ὡς δέ φησιν Ἀρχίλοχος,
27.5
ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν,
27.5
χίλιοι φονῆες ἐσμέν,
27.5
οὕτως τότε πολλοὶ τοῦ φόνου μὴ συνεφαψάμενοι, χεῖρας δὲ καί ξίφη καθαιμάσσοντες ἐπεδείκνυντο καὶ δωρεὰς ᾔτουν βιβλία διδόντες τῷ Ὄθωνι. εἴκοσι γοῦν καί ἑκατὸν εὑρέθησαν ὕστερον ἐκ τῶν γραμματίων, οὓς ὁ Οὐϊτέλλιος ἀναζητήσας ἅπαντας ἀπέκτεινεν.
27.6
27.6
ἧκε δὲ καί Μάριος Κέλσος εἰς τὴν παρεμβολήν. καί πολλῶν αὐτοῦ κατηγορούντων ὅτι τοὺς στρατιώτας ἔπειθε τῷ Γάλβᾳ βοηθεῖν, καί τοῦ πλήθους ἀποκτιννύειν βοῶντος, Ὄθων οὐκ ἐβούλετο· φοβούμενος δὲ ἀντιλέγειν οὐχ οὕτως ἔφη ταχέως ἀποκτενεῖν αὐτόν· εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός, ἐκέλευσεν οὖν δήσαντας φυλάττειν, καί παρέδωκε τοῖς μάλιστα πιστευομένοις.

Intertext edge

Open linked passage

Note