Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Lycurgus
Lycu 6.1
Choose a text More by Plutarch
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
6.1
6.1
οὕτω δὲ περὶ ταύτην ἐσπούδασε τὴν ἀρχὴν ὁ Λυκοῦργος ὥστε μαντείαν ἐκ Δελφῶν κομίσαι περὶ αὐτῆς, ἣν ῥήτραν καλοῦσιν. ἔχει δὲ οὕτως·
6.1
Διὸς Συλλανίου Συλλανίου, Συλλανίας Bekker adopts the corrections of Bryan to Ἑλλανίου and Ἑλλανίας. καὶ Ἀθανᾶς Συλλανίας Συλλανίου, Συλλανίας Bekker adopts the corrections of Bryan to Ἑλλανίου and Ἑλλανίας. ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὥρας ἐξ ὥρας ἀπελλάζειν μεταξὺ Βαβύκας τε καὶ Κνακιῶνος, οὕτως εἰσφέρειν τε καὶ ἀφίστασθαι δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ
6.2
6.2
κράτος
6.2
ἐν τούτοις τὸ μὲν φυλὰς φυλάξαι καὶ ὠβὰς ὠβάξαι διελεῖν ἐστι καὶ κατανεῖμαι τὸ πλῆθος εἰς μερίδας, ὧν τὰς μὲν φυλάς, τὰς δὲ ὠβὰς προσηγόρευκεν. ἀρχαγέται δὲ οἱ βασιλεῖς λέγονται, τὸ δὲ ἀπελλάζειν ἐκκλησιάζειν· ὅτι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τῆς πολιτείας εἰς τὸν Πύθιον ἀνῆψε. τὴν δὲ Βαβύκαν Χείμαρρος,
6.2
1
6.2
καὶ τὸν Κνακιῶνα νῦν Οἰνοῦντα προσαγορεύουσιν· Ἀριστοτέλης δὲ τὸν μὲν Κνακιῶνα ποταμόν, τὴν δὲ Βαβύκαν γέφυραν.
6.3
6.3
ἐν μέσῳ δὲ τούτων τὰς ἐκκλησίας ἦγον, οὔτε παστάδων οὐσῶν οὔτε ἄλλης τινὸς κατασκευῆς, οὐθὲν γάρ ᾤετο ταῦτα πρὸς εὐβουλίαν εἶναι, μᾶλλον δὲ βλάπτειν, φλυαρώδεις ἀπεργαζόμενα καὶ χαύνους φρονήματι κενῷ τὰς διανοίας τῶν συμπορευομένων, ὅταν εἰς ἀγάλματα καὶ γραφὰς ἢ προσκήνια θεάτρων ἢ στέγας βουλευτηρίων ἠσκημένας περιττῶς ἐκκλησιάζοντες ἀποβλέπωσι. τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ’ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν ὁ δῆμος.
6.4
6.4
ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῇ ῥήτρᾳ παρενέγραψαν·
6.4
αἰ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν,
6.4
τοῦτʼ ἔστι μὴ κυροῦν, ἀλλʼ ὅλως ἀφίστασθαι καὶ
6.4
διαλύειν τὸν δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον. ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος ἐπιμέμνηται διὰ τούτων
6.4
Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδʼ ἔνεικαν
6.4
μαντείας τε θεοῦ καὶ τελέεντʼ ἔπεα·
6.4
ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
6.4
οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις,
6.4
πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας
6.4
ἄνδρας,
6.4
εὐθείαις ῥήτραις ἀνταπαμειβομένους.

Intertext edge

Open linked passage

Note