Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Phocion
Phoc 12.3
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
12.1
12.1
Παραδυομένου δὲ εἰς τὴν Εὔβοιαν τοῦ Φιλίππου καί δύναμιν ἐκ Μακεδονίας διαβιβάζοντος καὶ τὰς πόλεις οἰκειουμένου διὰ τυράννων, Πλουτάρχου δὲ τοῦ Ἐρετριέως καλοῦντος τοὺς Ἀθηναίους καί δεομένου τὴν νῆσον ἐξελέσθαι καταλαμβανομένην ὑπὸ τοῦ Μακεδόνος, ἀπεστάλη στρατηγὸς ὁ Φωκίων ἔχων δύναμιν οὐ πολλήν, ὡς τῶν ἐκεῖ συστησομένων ἑτοίμως πρὸς αὐτόν.
12.2
12.2
εὑρὼν δὲ προδοτῶν ἅπαντα μεστὰ καί νοσοῦντα καὶ διορωρυγμένα δωροδοκίαις εἰς κίνδυνον μέγαν κατέστη· καί τινα λόφον χαράδρᾳ βαθείᾳ τῶν περὶ τὰς Ταμύνας ἐπιπέδων ἀποκρυπτόμενον καταλαβών συνεῖχεν ἐν τούτῳ καί συνεκράτει τὸ μαχιμώτατον τῆς δυνάμεως.
12.3
12.3
τῶν δὲ ἀτάκτων καί λάλων καί πονηρῶν διαδιδρασκόντων ἐκ τοῦ στρατοπέδου καί ἀποχωρούντων ἐκέλευσεν ἀμελεῖν τοὺς ἡγεμόνας· καί γὰρ ἐνταῦθα δυσχρήστους ὑπὸ ἀταξίας ἔσεσθαι καί βλαβεροὺς τοῖς μαχομένοις, κἀκεῖ τοιαῦτα συνειδότας αὑτοῖς ἧττον αὐτοῦ καταβοήσεσθαι καί μὴ πάνυ συκοφαντήσειν.

Intertext edge

Open linked passage

Note