Plutarch
Phocion
Phoc 20.1
Choose a text
More by Plutarch
—
Perseus Grc2
20.1
20.1
Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ ἀγωνίσασθαι Παναθηναίοις ἀποβάτην ἐφῆκεν,
20.1
1
20.1
οὐχὶ τῆς νίκης ὀρεγόμενος, ἀλλʼ ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακτος ὁ νεανίσκος, νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος ἑνὶ τὴν φιλοτιμίαν ταύτην συνεχώρησεν.
20.2
20.2
ὡς δὲ ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου διʼ ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν, οὐ παύσεις ἔφη, τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην ; βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατέμιξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις.
20.3
20.3
καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος· εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).