Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Phocion
Phoc 24.1
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
24.1
24.1
ἐπεὶ δὲ τοῦ Λεωσθένους ἀποθανόντος οἱ φοβούμενοι τὸν Φωκίωνα, μὴ στρατηγὸς ἐκπεμφθεὶς καταλύσῃ τὸν πόλεμον, ἄνθρωπόν τινα τῶν οὐκ ἐπιφανῶν ἐν ἐκκλησίᾳ παρεσκεύασαν ἀναστάντα λέγειν ὅτι φίλος ὢν τοῦ Φωκίωνος καὶ συμπεφοιτηκὼς παραινεῖ φείδεσθαι τοῦ ἀνδρὸς καὶ φυλάσσειν, ὡς ἄλλον ὅμοιον οὐκ ἔχοντας, ἐκπέμπειν δὲ Ἀντίφιλον ἐπὶ τὸ στράτευμα, καὶ ταῦτα τοῖς Ἀθηναίοις συνεδόκει, παρελθὼν ὁ Φωκίων ἔλεγε μήτε συμπεφοιτηκέναι ποτὲ τῷ ἀνθρώπῳ μήτε ἄλλως γεγονέναι γνώριμος ἢ συνήθης·
24.2
24.2
ἀλλὰ νῦν, εἶπεν, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ φίλον σε ποιοῦμαι καὶ οἰκεῖον ἃ γὰρ ἦν ἐμοὶ συμφέροντα συμβεβούλευκας. ὡρμημένων δὲ τῶν Ἀθηναίων ἐπὶ τοὺς Βοιωτοὺς στρατεύειν πρῶτον μὲν ἀντεῖχε· καὶ τῶν φίλων λεγόντων ὡς ἀποθανεῖται προσκρούων τοῖς Ἀθηναίοις, ἀδίκως, εἶπεν, ἂν ποιῶ τὸ συμφέρον ἂν δὲ παραβαίνω, δικαίως.
24.3
24.3
ἐπεὶ δὲ ὁρῶν οὐκ ἀνιέντας, ἀλλὰ βοῶντας, ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν Ἀθηναίων τοὺς ἄχρι ἑξήκοντα ἐτῶν ἀφʼ ἥβης πέντε ἡμερῶν σιτία λαβόντας εὐθὺς ἀκολουθεῖν ἀπὸ τῆς ἐκκλησίας, θορύβου πολλοῦ γενομένου καὶ τῶν πρεσβυτέρων βοώντων καὶ ἀναπηδώντων, οὐδέν, ἔφη, δεινόν ἐγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος ἔσομαι μεθʼ ὑμῶν. καὶ τότε μὲν οὕτως κατέπαυσεν αὐτοὺς καὶ μετέβαλε·

Intertext edge

Open linked passage

Note