Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Phocion
Phoc 26.1
Choose a text More by Plutarch (plutarch)
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
26.1
26.1
ὀλίγῳ δὲ ὕστερον χρόνῳ Κρατεροῦ διαβάντος ἐξ Ἀσίας μετὰ πολλῆς δυνάμεως καὶ γενομένης πάλιν ἐν Κραννῶνι παρατάξεως, ἡττήθησαν μὲν οἱ Ἕλληνες οὔτε μεγάλην ἧτταν οὔτε πολλῶν πεσόντων, ἀπειθείᾳ δὲ πρὸς τοὺς ἄρχοντας ἐπιεικεῖς καὶ νέους ὄντας, καὶ ἅμα τὰς πόλεις αὐτῶν πειρῶντος Ἀντιπάτρου, διαρρυέντες αἴσχιστα προήκαντο τὴν ἐλευθερίαν.
26.2
26.2
εὐθὺς οὖν ἐπὶ τὰς Ἀθήνας ἄγοντος τοῦ Ἀντιπάτρου τὴν δύναμιν οἱ μὲν περὶ Δημοσθένην καὶ Ὑπερείδην ἀπηλλάγησαν ἐκ τῆς πόλεως, Δημάδης δέ, μηθὲν μέρος ὧν ὤφειλε χρημάτων ἐπὶ ταῖς καταδίκαις ἐκτῖσαι τῇ πόλει· δυνάμενος ἡλώκει γὰρ ἑπτὰ γραφὰς παρανόμων καὶ γεγονὼς ἄτιμος ἐξείργετο τοῦ λέγειν, ἄδειαν εὑρόμενος τότε, γράφει ψήφισμα ἐκπέμπειν
26.2
1
26.2
πρὸς Ἀντίπατρον ὑπὲρ εἰρήνης πρέσβεις αὐτοκράτορας.
26.3
26.3
φοβουμένου δὲ τοῦ δήμου καὶ καλοῦντος Φωκίωνα, καὶ μόνῳ πιστεύειν ἐκείνῳ λέγοντος, ἀλλʼ εἴγε ἐπιστευόμην, εἶπεν, ἐγὼ συμβουλεύων ὑμῖν, οὐκ ἂν νῦν ἐβουλευόμεθα περὶ πραγμάτων τοιούτων. οὕτω δὲ τοῦ ψηφίσματος ἐπικυρωθέντος ἀπεστάλη πρὸς Ἀντίπατρον ἐν τῇ Καδμείᾳ στρατοπεδεύοντα καὶ παρασκευαζόμενον εὐθὺς εἰς τὴν Ἀττικὴν βαδίζειν. καὶ τοῦτο πρῶτον ᾔτει, τὸ μένοντα κατὰ χώραν ποιήσασθαι τὰς διαλύσεις.
26.4
26.4
τοῦ δὲ Κρατεροῦ λέγοντος ὡς οὐ δίκαια πείθει Φωκίων ἡμᾶς, τὴν τῶν συμμάχων καὶ φίλων καθημένους χώραν κακῶς ποιεῖν δυναμένους ἐκ τῆς τῶν πολεμίων ὠφελεῖσθαι, λαβόμενος αὐτοῦ τῆς δεξιᾶς Ἀντίπατρος, δοτέον, εἶπε, Φωκίωνι ταύτην τὴν χάριν. περὶ δὲ τῶν ἄλλων ἐκέλευεν αὐτοῖς ἐπιτρέπειν τοὺς Ἀθηναίους, ὥσπερ ἐν Λαμίᾳ Λεωσθένης ἐκεῖνον.

Intertext edge

Open linked passage

Note