Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Phocion
Phoc 34.5
Choose a text More by Plutarch
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
34.1
34.1
τὸν δὲ Φωκίωνα καὶ τοὺς μετʼ αὐτοῦ φυλακῆς περιεχούσης, ὅσοι τῶν ἑταίρων ἔτυχον οὐκ ἐγγὺς ἑστῶτες, ὡς τοῦτο εἶδον, ἐγκαλυψάμενοι καὶ διαφυγόντες ἐσώθησαν. ἐκείνους δὲ Κλεῖτος εἷς Ἀθήνας ἀνῆγε λόγῳ μὲν κριθησομένους, ἔργῳ δὲ ἀποθανεῖν κατακεκριμένους.
34.2
34.2
καὶ προσῆν τὸ σχῆμα τῇ κομιδῇ λυπηρόν, ἐφʼ ἁμάξαις κομιζομένων αὐτῶν διὰ τοῦ Κεραμεικοῦ πρὸς τὸ θέατρον· ἐκεῖ γὰρ αὐτοὺς προσαγαγὼν ὁ Κλεῖτος συνεῖχεν, ἄχρι οὗ τὴν ἐκκλησίαν ἐπλήρωσαν οἱ ἄρχοντες, οὐ δοῦλον, οὐ ξένον, οὐκ ἄτιμον ἀποκρίναντες, ἀλλὰ πᾶσι καὶ πάσαις ἀναπεπταμένον τὸ βῆμα καὶ τὸ θέατρον παρασχόντες.
34.3
34.3
ἐπεὶ δὲ ἥ τʼ ἐπιστολὴ τοῦ βασιλέως ἀνεγνώσθη, λέγοντος αὐτῷ μὲν ἐγνῶσθαι προδότας γεγονέναι τοὺς ἄνδρας, ἐκείνοις δὲ διδόναι τὴν κρίσιν ἐλευθέροις τε δὴ καὶ αὐτονόμοις οὖσι, καὶ τοὺς ἄνδρας ὁ Κλεῖτος εἰσήγαγεν, οἱ μὲν βέλτιστοι τῶν πολιτῶν ὀφθέντος τοῦ Φωκίωνος ἐνεκαλύψαντο καὶ κάτω κύψαντες ἐδάκρυον, εἷς δὲ ἀναστὰς ἐτόλμησεν εἰπεῖν ὅτι, τηλικαύτην κρίσιν ἐγκεχειρικότος τῷ δήμῳ τοῦ βασιλέως, καλῶς ἔχει τοὺς δούλους καὶ τοὺς ξένους ἀπελθεῖν ἐκ τῆς ἐκκλησίας.
34.4
34.4
οὐκ ἀνασχομένων δὲ τῶν πολλῶν, ἀλλʼ ἀνακραγόντων βάλλειν τοὺς ὀλιγαρχικοὺς καὶ μισοδήμους, ἄλλος μὲν οὐδεὶς ὑπὲρ τοῦ Φωκίωνος ἐπεχείρησεν εἰπεῖν, αὐτὸς δὲ χαλεπῶς καὶ μόλις ἐξακουσθείς, πότερον, εἶπεν, ἀδίκως ἢ δικαίως ἀποκτεῖναι βούλεσθε ἡμᾶς; ἀποκριναμένων δέ τινων ὅτι δικαίως, καὶ τοῦτο, ἔφη, πῶς γνώσεσθε μὴ ἀκούσαντες;
34.5
34.5
ἐπεὶ δὲ οὐθὲν μᾶλλον ἤκουον, ἐγγυτέρω προσελθών, ἐγὼ μὲν, εἶπεν, ἀδικεῖν ὁμολογῶ, καὶ θανάτου τιμῶμαι τὰ πεπολιτευμένα ἐμαυτῷ· τούτους δέ, ἄνδρες Ἀθηναῖοι, διὰ τί ἀποκτενεῖτε μηδὲν ἀδικοῦντας; ἀποκριναμένων δὲ πολλῶν, ὅτι σοὶ φίλοι εἰσίν, ὁ μὲν Φωκίων ἀποστὰς ἡσυχίαν ἦγεν, ὁ δὲ Ἁγνωνίδης ψήφισμα γεγραμμένον ἔχων ἀνέγνω, καθʼ ὃ τὸν δῆμον ἔδει χειροτονεῖν περὶ τῶν ἀνδρῶν εἰ δοκοῦσιν ἀδικεῖν, τοὺς δὲ ἄνδρας, ἂν καταχειροτονηθῶσιν, ἀποθνῄσκειν.

Intertext edge

Open linked passage

Note