Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Plutarch
Pyrrhus
Pyrr 31.3
Choose a text More by Plutarch
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
31.1
31.1
ὁ δὲ Πύρρος ὥσπερ ἐναγισμόν τινα τῷ παιδὶ τελέσας καὶ λαμπρὸν ἐπιτάφιον ἀγωνισάμενος, καὶ πολὺ τῆς λύπης ἐν τῷ πρὸς τοὺς πολεμίους ἀφεὶς θυμῷ, προῆγεν ἐπὶ τὸ Ἄργος, καὶ τὸν Ἀντίγονον ἤδη πυνθανόμενος ἐπὶ τῶν ἄκρων ὑπὲρ τοῦ πεδίου καθῆσθαι, περὶ τὴν Ναυπλίαν ἐστρατοπέδευσε. τῇ δ’ ὑστεραίᾳ κήρυκα πρὸς τὸν Ἀντίγονον ἔπεμψε, λυμεῶνά τε καλῶν καὶ προκαλούμενος εἰς τὸ πεδίον καταβάντα διαγωνίσασθαι περὶ τῆς βασιλείας.
31.2
31.2
ὁ δὲ ἀπεκρίνατο τὴν μὲν αὑτοῦ στρατηγίαν οὐχ ὅπλων μᾶλλον ἢ καιρῶν εἶναι, τῷ δὲ Πύρρῳ πολλὰς ὁδοὺς ἀνεῳγέναι πρὸς θάνατον, εἰ ζῆν μὴ σχολάζει, πρὸς δὲ ἀμφοτέρους πρέσβεις ἧκον ἐξ Ἄργους, ἀπαλλάττεσθαι δεόμενοι καὶ τὴν πόλιν ἐᾶν μηδετέρου γενομένην, εὔνουν δὲ οὖσαν ἀμφοτέροις. ὁ μὲν οὖν Ἀντίγονος ἐπείθετο καὶ τὸν υἱὸν ἐδίδου τοῖς Ἀργείοις ὅμηρον, ὁ δὲ Πύρρος ὡμολόγει μὲν ἀπαλλαγήσεσθαι, μὴ παρέχων δὲ πίστιν ὑποπτότερος ἦν.
31.3
31.3
γίνεται δὲ σημεῖον αὐτῷ τε τῷ Πύρρῳ μέγα, τῶν γὰρ βοῶν τεθυμένων αἱ κεφαλαὶ κείμεναι χωρὶς ἤδη τάς τε γλώττας ὤφθησαν προβάλλουσαι καὶ περιλιχμώμεναι τὸν ἑαυτῶν φόνον, ἔν τε τῇ πόλει τῶν Ἀργείων ἡ τοῦ Λυκείου προφῆτις Ἀπόλλωνος ἐξέδραμε βοῶσα νεκρῶν ὁρᾶν καὶ φόνου κατάπλεω τὴν πόλιν, τὸν δ’ ἀετὸν ἐπὶ τὸν ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι.

Intertext edge

Open linked passage

Note