Plutarch
Quaestiones Convivales
Conv 5.10.4
Choose a text
More by Plutarch
—
Perseus Grc2
5.10.1
5.10.1
ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρʼ αὐτῷ, τίνες ἂν εἶεν·
5.10.1
οἱ περὶ ἅλα καὶ κύαμον
5.10.1
ἐν τῇ παροιμίᾳ
5.10.1
λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης ὁ γραμματικός·
5.10.1
οἱ γὰρ οὕτω συνήθεις
5.10.1
ἔφη
5.10.1
τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμονκύαμον Vulcobius: κύμινον cf. p. 663f, ὑπὸ τῆς παροιμίας προβάλλονται.
5.10.1
τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφʼ ὅτου γένοιτο διηποροῦμεν, Ὁμήρου
5.10.1
2
5.10.1
μὲν ἄντικρυς λέγοντος
5.10.1
πάσσε δʼ ἁλὸς θείοιο·
5.10.1
Πλάτωνος
5.10.1
3
5.10.1
δὲ τῶν
5.10.1
4
5.10.1
ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατον
5.10.1
5
5.10.1
εἶναι φάσκοντος· ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας
5.10.1
6
5.10.1
ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν, ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι. πῶς γάρ, εἰ θεοφιλὲς καὶ
5.10.1
θεῖον, ἀφωσιώσαντο
5.10.1
7
5.10.1
;
5.10.2
5.10.2
Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευσε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δʼ αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον. ἐγὼ δʼ ἔφην οὐδὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν· αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι· τοὺς δʼ ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες· εἰκὸς δὲ καὶ ὡς ὄψον ἣδιστον παραιτεῖσθαι. κινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα διὸ καὶ χάριτας ἔνιοι προσαγορεύουσιν αὐτούς, ὅτι τῆς τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν.
5.10.3
5.10.3
ἆρʼ οὖν
5.10.3
ὁ Φλῶρος ἔφη
5.10.3
διὰ τοῦτο θεῖον εἰρῆσθαι τὸν ἅλα φῶμεν;
5.10.3
ἔστι μὲν δή
5.10.3
εἶπον
5.10.3
1
5.10.3
οὐδὲ τοῦτʼ ἐλάχιστον. οἱ γὰρ ἄνθρωποι τὰ κοινὰ καὶ διήκοντα ταῖς χρείαις ἐπὶ τὸ πλεῖστον ἐκθειάζουσιν, ὡς τὸ ὕδωρ, τὸ φῶς, τὰς ὥρας· τὴν δὲ γῆν οὐ μόνον θεῖον, ἀλλὰ καὶ θεὸν ὑπολαμβάνουσιν· ὧν οὐδενὸς λείπεται χρείᾳ τὸ τῶν ἁλῶν, θρίγκωμα τῆς τροφῆς γιγνόμενον εἰς τὸ σῶμα καὶ παρέχον εὐαρμοστίαν αὐτῇ πρὸς τὴν ὄρεξιν. οὐ μὴν ἀλλὰ καὶ σκόπει, μὴ κἀκεῖνο θεῖον αὐτῷ συμβέβηκεν, ὅτι τῶν σωμάτων τὰ νεκρὰ διατηροῦν ἄσηπτα καὶ μόνιμα πολὺν χρόνον ἀντιτάττεται τῷ θανάτῳ καὶ οὐκ ἐᾷ παντελῶς ἐξολέσθαι καὶ ἀφανισθῆναι τὸ θνητόν· ἀλλʼ ὥσπερ ἡ ψυχή, θειότατον οὖσα τῶν ἡμετέρων, τὰ ζῷα συνέχει καὶ ῥεῖν οὐκ ἐᾷ τὸν ὄγκον, οὕτως ἡ τῶν ἁλῶν φύσις τὰ νεκρὰ παραλαμβάνουσα καὶ μιμουμένη τὸ τῆς ψυχῆς ἔργον ἀντιλαμβάνεται φερομένων ἐπὶ τὴν φθορὰν καὶ κρατεῖ καὶ ἵστησιν, ἁρμονίαν παρέχουσα καὶ φιλίαν πρὸς ἄλληλα τοῖς μέρεσι. διὸ καὶ τῶν Στωικῶν ἔνιοι τὴν ὗν σάρκα νεκρὰνσάρκα νεκρὰν Doehnerus coll. p. 669a: σάρκα κρέα γεγονέναι λέγουσι, τῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν. ὁρᾷς δʼ ὅτι καὶ τὸ κεραύνιον πῦρ ἱερὸν ἡγούμεθα καὶ θεῖον, ὅτι τὰ σώματα τῶν διοβλήτων ἄσηπτα πρὸς πολὺν ἀντέχοντα χρόνον ὁρῶμεν. τί οὖν θαυμαστόν, εἰ ὁ καὶ τὸν ἅλα, τὴν αὐτὴν ἔχοντα τῷ θείῳ δύναμιν πυρί, θεῖον ὑπέλαβον οἱ παλαιοί.
5.10.4
5.10.4
σιωπήσαντος δʼ ἐμοῦ
5.10.4
1
5.10.4
, Φιλῖνος ὑπολαβών
5.10.4
τὸ δὲ γόνιμον οὐ δοκεῖ σοι
5.10.4
ἔφη
5.10.4
θεῖον εἶναι, εἴπερ ἄρχει ὁ θεὸςἀρχὴ ὁ θεὸς M πάντων;
5.10.4
ὁμολογήσαντος δʼ ἐμοῦ
5.10.4
3
5.10.4
καὶ μήν
5.10.4
ἔφη
5.10.4
τὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν
5.10.4
οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων
5.10.4
4
5.10.4
· οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δʼ
5.10.4
ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν· εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺς
5.10.4
5
5.10.4
καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ
5.10.4
τοῦτο δʼ ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτʼ ἀργὸν μήτʼ ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ
5.10.4
κινητικόν
5.10.4
, ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπʼ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν
5.10.4
ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλως
5.10.4
6
5.10.4
τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ
5.10.4
7
5.10.4
θαλάττια· πρὸς ὃ καὶ
5.10.4
πεποίηκεν ὁ Ἐμπεδοκλῆς
5.10.4
8
5.10.4
φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνωνem. idem: καμασηνῶν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).